§20.57.1τούτου δὲ περὶ ταῦτʼ ὄντος Δεινοκράτης ὁ τῶν φυγάδων ἡγούμενος ἀναλαβὼν τὴν Ἀκραγαντίνων προαίρεσιν καὶ προστάτην αὑτὸν ἀναδείξας τῆς κοινῆς ἐλευθερίας ἐποίησε πολλοὺς ἁπανταχόθεν συνδραμεῖν πρὸς αὐτόν·
当他正忙于这些事务时,流亡者的领袖戴诺克拉特斯继承了阿克拉加斯人的意图,宣布自己为共同自由的捍卫者,促使许多人从四面八方聚集到他这里。
§20.57.2οἱ μὲν γὰρ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας, οἱ δὲ διὰ τὸν Ἀγαθοκλέους φόβον προθύμως ὑπήκουον τοῖς παραγγελλομένοις.
因为一些人出于所有人天生对自治的渴望,另一些人出于对阿加托克利斯的恐惧,都热切地服从命令。
ἠθροισμένων δʼ αὐτῶν πεζῶν μὲν οὐ πολὺ ἐλάττων δισμυρίων, ἱππέων δὲ χιλίων καὶ πεντακοσίων καὶ πάντων τούτων ἐν φυγαῖς καὶ μελέταις τοῦ πονεῖν συνεχῶς γεγονότων κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ, §20.57.3προκαλούμενος τῇ μάχῃ τὸν δυνάστην.
当他们聚集起来时,步兵不少于二万人,骑兵有一千五百人,且他们所有人都在流亡中并处于不断忍受艰苦的训练中,他在野外驻扎下来,向这位统治者挑战决战。
τοῦ δʼ Ἀγαθοκλέους λειπομένου πολὺ ταῖς δυνάμεσι καὶ φυγομαχοῦντος ἐκ ποδὸς ἠκολούθει συνεχῶς, ἀκονητὶ περιπεποιημένος τὴν νίκην.
由于阿加托克利斯在兵力上大为逊色并避免战斗,他便步步紧跟、不断追击,未遇抵抗就取得了胜利。
ἀπὸ δὲ τούτων τῶν καιρῶν τοῖς περὶ τὸν Ἀγαθοκλέα συνέβαινε πρὸς τὸ χεῖρον μεταβάλλειν οὐ μόνον τὰ κατὰ Σικελίαν, ἀλλὰ καὶ τὰ κατὰ Λιβύην πράγματα.
从这时起,对于阿加托克利斯及其追随者来说,不仅在西西里的局势,而且在利比亚的局势都开始转坏。
§20.57.4Ἀρχάγαθος γὰρ ὁ καταλειφθεὶς ὑπʼ αὐτοῦ στρατηγὸς μετὰ τὴν ἀναγωγὴν τοῦ πατρὸς τὸ μὲν πρῶτον ἐπλεονέκτει, πέμψας εἰς τοὺς ἄνω τόπους μέρος τι τῆς δυνάμεως, ἧς ἦν ἡγεμὼν Εὔμαχος.
因为在他父亲起航后被留下的将军阿尔卡加托斯起初占了上风,派了一部分兵力进入上部地区,其指挥官是尤马科斯。
οὗτος γὰρ Τώκας πόλιν εὐμεγέθη χειρωσάμενος πολλοὺς προσηγάγετο τῶν πλησίον κατοικούντων Νομάδων.
后者征服了相当大的城市托卡伊,并争取了附近居住的许多诺马德人。
§20.57.5εἶθʼ ἑτέραν ἐκπολιορκήσας, τὴν ὀνομαζομένην Φελλίνην, ἠνάγκασε πιθαρχεῖν τοὺς τὴν ἑξῆς χώραν νεμομένους, τοὺς καλουμένους Ἀσφοδελώδεις, ὄντας τῷ χρώματι παραπλησίους τοῖς Αἰθίοψι.
随后,他又攻占了另一座被称为费里内的城市,强迫居住在相邻地区、被称为阿斯福德洛德斯的人屈服,这些人的肤色与埃塞俄比亚人非常相似。
§20.57.6τρίτην δʼ εἷλε Μεσχέλαν, μεγίστην οὖσαν, ᾠκισμένην δὲ τὸ παλαιὸν ὑπὸ τῶν ἐκ Τροίας ἀνακομιζομένων Ἑλλήνων, περὶ ὧν ἐν τῇ τρίτῃ βίβλῳ προειρήκαμεν, ἑξῆς δὲ τὴν ὀνομαζομένην ἄκραν Ἵππου τὴν ὁμώνυμον τῇ χειρωθείσῃ κατὰ κράτος ὑπʼ Ἀγαθοκλέους καὶ τελευταίαν τὴν προσαγορευομένην Ἀκρίδα πόλιν αὐτόνομον, ἣν ἐξανδραποδισάμενος ἐξέδωκετοῖς στρατιώταις διαρπάσαι.
第三次,他夺取了梅斯凯拉,这是一座极大的城市,古时由从特洛伊归来的希腊人建立,关于他们我们在第三卷中已经提到过;接着是被称为希普克拉的地方,它与阿加托克利斯强力征服的那处同名;最后是被称为阿克里斯的自治城市,他将居民贩为奴隶,并分给士兵们进行掠夺。