§20.59.1μέχρι μὲν δὴ τούτων τῶν καιρῶν ἐν τῇ Λιβύῃ κατὰ νοῦν ἅπαντα τὰ πράγματα τοῖς περὶ τὸν Ἀρχάγαθον ἦν.
因此,直到此时,在利比亚的一切事情都如阿尔卡加托斯及其部下所愿。
μετὰ δὲ ταῦτα τῆς γερουσίας ἐν Καρχηδόνι βουλευσαμένης περὶ τοῦ πολέμου καλῶς ἔδοξε τοῖς συνέδροις τρία στρατόπεδα ποιήσαντας ἐκ τῆς πόλεως ἐκπέμψαι, τὸ μὲν ἐπὶ τὰς παραθαλαττίους πόλεις, τὸ δʼ εἰς τὴν μεσόγειον, τὸ δʼ εἰς τοὺς ἄνω τόπους.
但在此之后,迦太基的元老院对战争进行了商议,议员们认为,应当组建三支军队并将其派往城外:一支前往沿海城市,一支前往内陆,另一支则前往上部地区。
§20.59.2ἐνόμιζον γὰρ τοῦτο πράξαντες πρῶτον μὲν τὴν πόλιν ἀπαλλάξειν τῆς πολιορκίας, ἅμα δὲ καὶ τῆς σιτοδείας· πολλῶν γὰρ καὶ παντοδαπῶν ὄχλων συμπεφευγότων εἰς τὴν Καρχηδόνα συνέβαινε πάντων γεγονέναι σπάνιν, ἐξανηλωμένων ἤδη τῶν ἐπιτηδείων· ἀπὸ δὲ τῆς πολιορκίας οὐκ ἦν κίνδυνος, ἀπροσίτου τῆς πόλεως οὔσης διὰ τὴν ἀπὸ τῶν τειχῶν καὶ τῆς θαλάττης ὀχυρότητα·
因为他们认为,这样做首先可以使城市免受包围,同时也能摆脱粮食短缺;因为由于众多且各色各样的人群逃入迦太基,在生活必需品已被消耗殆尽的情况下,导致所有物资都出现了匮乏;而包围并没有带来危险,因为由于城墙和海洋带来的坚固防御,该城是无法被攻入的。
§20.59.3ἔπειθʼ ὑπελάμβανον καὶ τοὺς συμμάχους διαμένειν μᾶλλον πλειόνων στρατοπέδων ὄντων ἐν ὑπαίθρῳ τῶν παραβοηθούντων· τὸ δὲ μέγιστον, ἤλπιζον καὶ τοὺς πολεμίους ἀναγκασθήσεσθαι μερίζειν τὰς δυνάμεις καὶ μακρὰν ἀποσπᾶσθαι τῆς Καρχηδόνος.
其次,他们推测,如果有更多在野外活动的军队协助救援,盟友们也将更倾向于保持忠诚;而最重要的一点是,他们希望敌人也将被迫分散兵力,并被引诱到远离迦太基的地方。
ἅπερ ἅπαντα κατὰ τὴν ἐπίνοιαν αὐτῶν συνετελέσθη·
这所有的一切都按照他们的意图实现了。
§20.59.4τρισμυρίων μὲν γὰρ στρατιωτῶν ἐκ τῆς πόλεως ἐκπεμφθέντων οἱ καταλειπόμενοι ἔμποροι οὐχ οἷον ἱκανὰ πρὸς αὐτάρκειαν εἶχον, ἀλλʼ ἐκ περιουσίας ἐχρῶντο δαψιλέσι πᾶσιν, οἵ τε σύμμαχοι τὸ πρὸ τοῦ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον ἀναγκαζόμενοι προστίθεσθαι τοῖς πολεμίοις τότε πάλιν θαρρήσαντες
因为随着三万士兵被派往城外,留下的商人们不仅拥有了自给自足的充足物资,而且还极其富足地享受着一切,而盟友们——他们先前因对敌人的恐惧而被逼倒向敌人——此时又重新鼓起勇气,