Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.54.1-20.54.7

阿加托克利斯称王与围攻尤提卡

第 242 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯与其他统治者竞争自立为王,但未戴王冠,随后他围攻叛乱的尤提卡,并将俘虏用作人盾,迫使城内公民面临残酷的抉择。

§20.54.1Ἀγαθοκλῆς γὰρ πυθόμενος τοὺς προειρημένους δυνάστας ἀνῃρημένους διάδημα καὶ νομίζων μήτε δυνάμεσι μήτε χώρᾳ μήτε τοῖς πραχθεῖσι λείπεσθαι τούτων ἑαυτὸν ἀνηγόρευσε βασιλέα.
阿加托克利斯获悉前述统治者们已经戴上了王冠,并认为自己在军事力量、领土以及所取得的成就上都不亚于他们,于是也宣布自己为国王。
καὶ διάδημα μὲν οὐκ ἔκρινεν ἔχειν· ἐφόρει γὰρ αἰεὶ στέφανον, ὃν κατὰ τὴν ἐπίθεσιν τῆς τυραννίδος ἔκ τινος ἱερωσύνης περικείμενος οὐκ ἀπέθετο περὶ τῆς δυναστείας ἀγωνιζόμενος·
然而,他并没有决定戴上王冠;因为他一直戴着一顶花冠,这是他在确立僭主地位时从某个神职中获得的,在为权力奋斗期间他也从未摘下。
ἔνιοι δέ φασιν αὐτὸν ἐπιτετηδεῦσθαι τοῦτον ἐξ ἀρχῆς φορεῖν ἐπὶ τῷ μὴ λίαν αὐτὸν εὐχαίτην εἶναι.
但也有人说,他从一开始就习惯戴着这顶花冠,是因为他的头发并不十分茂密。
§20.54.2οὐ μὴν ἀλλὰ τῆς προσηγορίας ταύτης ἄξιόν τι σπεύδων πρᾶξαι ἐπὶ μὲν Ἰτυκαίους ἐστράτευσεν ἀφεστηκότας·
然而,为了努力做出一些配得上这一称号的事业,他便对叛乱的尤提卡人发动了远征。
ἄφνω δʼ αὐτῶν τῇ πόλει προσπεσὼν καὶ τῶν ἐπὶ τῆς χώρας ἀπειλημμένων πολιτικῶν ζωγρήσας εἰς τριακοσίους τὸ μὲν πρῶτον διδοὺς ἄφεσιν τῶν ἐγκλημάτων ἠξίου παραδιδόναι τὴν πόλιν·
他突袭了他们的城市,并生擒了约三百名在郊外被截断退路的市民。 起初,他表示赦免他们的罪过,要求他们交出城市。
οὐ προσεχόντων δὲ τῶν ἔνδον συνεπήγνυε μηχανὴν καὶ κρεμάσας ἐπʼ αὐτῇ τοὺς αἰχμαλώτους προσήγαγε τοῖς τείχεσιν.
但在城市里的人不予理睬后,他便组装起了一台攻城器械,将俘虏们悬挂在上面,并将其推近城墙。
§20.54.3οἱ δʼ Ἰτυκαῖοι τοὺς μὲν ἠτυχηκότας ἠλέουν, πλείονα δὲ λόγον τῆς τῶν ἁπάντων ἐλευθερίας ἢ τῆς ἐκείνων σωτηρίας ποιούμενοι διέλαβον τὰ τείχη τοῖς στρατιώταις καὶ τὴν πολιορκίαν εὐγενῶς ὑπέμενον.
尤提卡人虽然怜悯这些遭遇不幸的同胞,但比起那些人的生命安全,他们更看重全体人民的自由,于是将士兵分配到城墙各处,英勇地坚守着包围。
§20.54.4εἶθʼ ὁ μὲν Ἀγαθοκλῆς ἐπιστήσας τῇ μηχανῇ τούς τε ὀξυβελεῖς καὶ σφενδονήτας καὶ τοξότας ἀπὸ ταύτης ἀγωνιζόμενος ἤρχετο τῆς πολιορκίας καὶ ταῖς ψυχαῖς τῶν ἔνδον ὥσπερ καυτήριά τινα προσῆγεν·
随后,阿加托克利斯在攻城器械上部署了弩炮兵、投石兵以及弓箭手,并以此为阵地展开战斗,开始了包围战,给城内人们的心灵带来了犹如烙铁烙印般的痛苦。
§20.54.5οἱ δʼ ἐπὶ τῶν τειχῶν ἑστῶτες τὸ μὲν πρῶτον ὤκνουν τοῖς βέλεσι χρήσασθαι, προκειμένων αὐτοῖς σκοπῶν πολιτικῶν ἀνδρῶν, ὧν ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων· ἐπικειμένων δὲ τῶν πολεμίων βαρύτερον ἠναγκάζοντο τοὺς ἐπὶ τῆς μηχανῆς ὄντας ἀμύνεσθαι.
城墙上防守的人起初迟疑于使用投射武器,因为摆在他们面前作为盾牌的是同城公民,其中甚至包括一些最显赫的人物;但随着敌人攻势愈发猛烈,他们被迫向攻城器械上的人发起反击以求自卫。
§20.54.6ἔνθα δὴ συνέβαινε γίνεσθαι παράλογα πάθη τοῖς Ἰτυκαίοις καὶ τύχης ἐπηρεασμὸν ἐν ἀνάγκαις κειμένοις ἀνεκφεύκτοις· προβεβλημένων γὰρ τῶν Ἑλλήνων τοὺς ἡλωκότας τῶν ἐξ Ἰτύκης ἀναγκαῖον ἦν ἢ τούτων φειδομένους περιορᾶν ὑποχείριον τοῖς πολεμίοις γινομένην τὴν πατρίδα ἢ τῇ πόλει βοηθοῦντας ἀνηλεῶς φονεῦσαι πλῆθος πολιτῶν ἠτυχηκότων.
就在那时,处于无法逃避的绝境之中的尤提卡人,确实遭遇了出乎意料的苦难和命运的捉弄;因为既然希腊人将来自尤提卡的俘虏推在前面当做挡箭牌,他们就不得不面临抉择:要么因为怜惜这些人而眼睁睁看着祖国落入敌手,要么为了拯救城市而无情地杀害大量不幸的同胞。
§20.54.7ὅπερ καὶ συνέβη γενέσθαι·
而这正是实际发生的事。
ἀμυνόμενοι γὰρ τοὺς πολεμίους καὶ παντοίοις βέλεσι χρώμενοι καὶ τὰ τῶν ἐφεστηκότων τῇ μηχανῇ σώματα κατῃκίσαντο καὶ τινὰς μὲν τῶν κρεμαμένων πολιτῶν κατηκόντισαν, τινὰς δὲ τοῖς ὀξυβελέσι πρὸς τῇ μηχανῇ προσκαθήλωσαν καθʼ οὕς ποτε τύχοι τοῦ σώματος τόπους, ὥστε σταυρῷ παραπλησίαν εἶναι τὴν ὕβριν ἅμα καὶ τὴν τιμωρίαν.
因为他们为了击退敌人并使用各种投射武器,不仅重创了部署在攻城器械上的人的身体,而且还用标枪射杀了一些被悬挂着的市民,又用弩炮将另一些人钉在攻城器械上,射中了他们身体的任意部位,以至于这种凌辱与痛苦与十字架刑极为相似。
καὶ ταῦτʼ ἐγίνετό τισιν ὑπὸ συγγενῶν ἢ φίλων, εἰ τύχοι, τῆς ἀνάγκης οὐ πολυπραγμονούσης τι τῶν παρʼ ἀνθρώποις ὁσίων.
而这些事,可能正是由亲属或朋友亲手施加在某些人身上的,因为迫在眉睫的绝境不容顾及人类社会的任何神圣法则。

词汇与语法注释

  1. 20.54.1τοὺς προειρημένους δυνάστας ἀνῃρημένους διάδημα — ἀνῃρημένους 是动词 ἀναιρέω(拿起、承担、戴上)的完成时中动分词,带有名词单数宾格 διάδημα(王冠)作为其直接宾语。此处意为“前述统治者们已经戴上了王冠”。
  2. 20.54.2τῶν ἐπὶ τῆς χώρας ἀπειλημμένων πολιτικῶν ζωγρήσας εἰς τριακοσίους — 属格短语 τῶν ... πολιτικῶν 起部分属格的作用,限定了分词 ζωγρήσας(活捉)的宾语范围。意为“在郊外被截断退路的市民当中的大约三百人”。
  3. 20.54.6περιορᾶν ὑποχείριον τοῖς πολεμίοις γινομένην τὴν πατρίδα — 动词 περιορῶ(漠视、眼睁睁看着)带有一个宾格主语(τὴν πατρίδα)和起补充作用的分词(γινομένην),构成了“眼睁睁看着祖国变得……”的句式。
  4. 20.54.7καθʼ οὕς ποτε τύχοι τοῦ σώματος τόπους — 关系从句中不带 ἄν 的过去时希求语气(τύχοι)表示过去时间里不确定的、一般性的情况(“射中了他们身体的任意部位”),是过去一般性关系从句的用法。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.54.1-20.54.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.54.1-20.54.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。