§20.54.1Ἀγαθοκλῆς γὰρ πυθόμενος τοὺς προειρημένους δυνάστας ἀνῃρημένους διάδημα καὶ νομίζων μήτε δυνάμεσι μήτε χώρᾳ μήτε τοῖς πραχθεῖσι λείπεσθαι τούτων ἑαυτὸν ἀνηγόρευσε βασιλέα. καὶ διάδημα μὲν οὐκ ἔκρινεν ἔχειν· ἐφόρει γὰρ αἰεὶ στέφανον, ὃν κατὰ τὴν ἐπίθεσιν τῆς τυραννίδος ἔκ τινος ἱερωσύνης περικείμενος οὐκ ἀπέθετο περὶ τῆς δυναστείας ἀγωνιζόμενος· ἔνιοι δέ φασιν αὐτὸν ἐπιτετηδεῦσθαι τοῦτον ἐξ ἀρχῆς φορεῖν ἐπὶ τῷ μὴ λίαν αὐτὸν εὐχαίτην εἶναι. §20.54.2οὐ μὴν ἀλλὰ τῆς προσηγορίας ταύτης ἄξιόν τι σπεύδων πρᾶξαι ἐπὶ μὲν Ἰτυκαίους ἐστράτευσεν ἀφεστηκότας· ἄφνω δʼ αὐτῶν τῇ πόλει προσπεσὼν καὶ τῶν ἐπὶ τῆς χώρας ἀπειλημμένων πολιτικῶν ζωγρήσας εἰς τριακοσίους τὸ μὲν πρῶτον διδοὺς ἄφεσιν τῶν ἐγκλημάτων ἠξίου παραδιδόναι τὴν πόλιν· οὐ προσεχόντων δὲ τῶν ἔνδον συνεπήγνυε μηχανὴν καὶ κρεμάσας ἐπʼ αὐτῇ τοὺς αἰχμαλώτους προσήγαγε τοῖς τείχεσιν. §20.54.3οἱ δʼ Ἰτυκαῖοι τοὺς μὲν ἠτυχηκότας ἠλέουν, πλείονα δὲ λόγον τῆς τῶν ἁπάντων ἐλευθερίας ἢ τῆς ἐκείνων σωτηρίας ποιούμενοι διέλαβον τὰ τείχη τοῖς στρατιώταις καὶ τὴν πολιορκίαν εὐγενῶς ὑπέμενον. §20.54.4εἶθʼ ὁ μὲν Ἀγαθοκλῆς ἐπιστήσας τῇ μηχανῇ τούς τε ὀξυβελεῖς καὶ σφενδονήτας καὶ τοξότας ἀπὸ ταύτης ἀγωνιζόμενος ἤρχετο τῆς πολιορκίας καὶ ταῖς ψυχαῖς τῶν ἔνδον ὥσπερ καυτήριά τινα προσῆγεν· §20.54.5οἱ δʼ ἐπὶ τῶν τειχῶν ἑστῶτες τὸ μὲν πρῶτον ὤκνουν τοῖς βέλεσι χρήσασθαι, προκειμένων αὐτοῖς σκοπῶν πολιτικῶν ἀνδρῶν, ὧν ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων· ἐπικειμένων δὲ τῶν πολεμίων βαρύτερον ἠναγκάζοντο τοὺς ἐπὶ τῆς μηχανῆς ὄντας ἀμύνεσθαι. §20.54.6ἔνθα δὴ συνέβαινε γίνεσθαι παράλογα πάθη τοῖς Ἰτυκαίοις καὶ τύχης ἐπηρεασμὸν ἐν ἀνάγκαις κειμένοις ἀνεκφεύκτοις· προβεβλημένων γὰρ τῶν Ἑλλήνων τοὺς ἡλωκότας τῶν ἐξ Ἰτύκης ἀναγκαῖον ἦν ἢ τούτων φειδομένους περιορᾶν ὑποχείριον τοῖς πολεμίοις γινομένην τὴν πατρίδα ἢ τῇ πόλει βοηθοῦντας ἀνηλεῶς φονεῦσαι πλῆθος πολιτῶν ἠτυχηκότων. §20.54.7ὅπερ καὶ συνέβη γενέσθαι· ἀμυνόμενοι γὰρ τοὺς πολεμίους καὶ παντοίοις βέλεσι χρώμενοι καὶ τὰ τῶν ἐφεστηκότων τῇ μηχανῇ σώματα κατῃκίσαντο καὶ τινὰς μὲν τῶν κρεμαμένων πολιτῶν κατηκόντισαν, τινὰς δὲ τοῖς ὀξυβελέσι πρὸς τῇ μηχανῇ προσκαθήλωσαν καθʼ οὕς ποτε τύχοι τοῦ σώματος τόπους, ὥστε σταυρῷ παραπλησίαν εἶναι τὴν ὕβριν ἅμα καὶ τὴν τιμωρίαν. καὶ ταῦτʼ ἐγίνετό τισιν ὑπὸ συγγενῶν ἢ φίλων, εἰ τύχοι, τῆς ἀνάγκης οὐ πολυπραγμονούσης τι τῶν παρʼ ἀνθρώποις ὁσίων.
アガトクレスは、前述の支配者たちが王冠を戴いたことを知ると、自分も軍事力においても領土においても、またその業績においても彼らに劣っていないと考え、自ら王を宣言した。しかし、彼は王冠を戴くことはしないと決めた。というのも、彼は常に花冠を身につけていたからであり、それは彼が僭主の地位を確立した際にある神職から授かって頭に戴いたもので、権力をめぐって闘争している間も外さなかったのである。しかし、彼が最初からこれを身につける習慣にしていたのは、彼の髪がそれほど豊かではなかったからだと言う者もいる。ともあれ、この称号にふさわしい何事かを成し遂げようと急ぎ、彼は反乱を起こしたウティカ人に対して遠征した。そして彼らの都市を不意に襲撃し、郊外で退路を断たれた市民のうち約三百人を捕虜にすると、最初は彼らの罪を赦すことを条件に、都市を引き渡すよう要求した。しかし、市内の人々がこれに耳を貸さなかったため、彼は攻城兵器を組み立て、その上に捕虜たちを吊るした状態で城壁へと近づけた。ウティカ人たちは、不幸に見舞われた者たちを哀れみはしたものの、彼らの安全よりも全員の自由を重く見て、兵士たちを城壁の各所に配置し、包囲戦を雄々しく耐え抜いた。それからアガトクレスは、攻城兵器の上に弩砲兵や投石兵および弓兵を配置し、そこから戦闘を行って包囲戦を開始し、市内の人々の心にまるで焼き鏝を当てるかのような苦痛を与えた。城壁の上に立つ者たちは、自分たちの前に標的として置かれているのが同胞の市民であり、その中には極めて著名な者たちも含まれていたため、最初は投射兵器を使うことをためらった。しかし、敵の攻撃が激しさを増すにつれ、彼らは攻城兵器の上にいる者たちに対して防戦せざるを得なくなった。そこにおいて、避けることのできない窮地に立たされたウティカ人たちには、実に理不尽な苦難と運命の悪戯が降りかかることとなった。というのも、ギリシア人たちがウティカからの捕虜を盾として前に押し立てていたため、彼らを容赦して祖国が敵の手へと落ちるのを傍観するか、あるいは都市を救うために不幸な同胞市民の群れを無慈悲に殺害するか、どちらかを選ばざるを得なかったからである。そして、まさにその通りのことが起こった。彼らは敵を防ぎ、あらゆる投射兵器を使用する中で、攻城兵器の上に配置された者たちの身体を無残に傷つけただけでなく、吊るされていた市民のうち何人かを槍で射殺し、また他の者たちを弩砲によって身体の当たった部位のいずこであれ攻城兵器に釘付けにしたため、その凌辱と苦痛は十字架刑に極めて類似したものとなった。そして、こうしたことは、場合によっては親族や友人によって誰かに対して行われた。なぜなら、差し迫った窮地は、人間社会のいかなる神聖な法をも顧みなかったからである。