Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.53.1-20.53.4

安提柯父子称王与诸继业者效仿

第 241 段,共 301 段 · 希腊语

内容简介

托勒密放弃塞浦路斯撤回埃及,安提柯与德米特里自立为王。受此影响,托勒密及其他继业者也纷纷宣告称王。

§20.53.1μετὰ δὲ ταῦτα Πτολεμαῖος ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον ἀπῆρεν εἰς Αἴγυπτον.
此后,托勒密对塞浦路斯的局势感到绝望,便乘船返回埃及。
Δημήτριος δὲ πάσας τὰς ἐν τῇ νήσῳ πόλεις παραλαβὼν καὶ τοὺς φρουροῦντας στρατιώτας, τούτους μὲν εἰς τάξεις κατεχώρισεν, ὄντας πεζοὺς μὲν μυρίους ἑξακισχιλίους συντεταγμένους, ἱππεῖς δὲ περὶ ἑξακοσίους, πρὸς δὲ τὸν πατέρα ταχέως ἐμβιβάσας εἰς τὴν μεγίστην ναῦν τοὺς δηλώσοντας περὶ τῶν κατορθωθέντων ἐξαπέστειλεν.
德米特里接管了岛上的所有城市以及驻守那里的士兵,并将这些士兵编入自己的队伍,他们包括一万六千名组织起来的步兵,以及约六百名骑兵;他迅速让那些将要汇报战功的人登上最大的船只,派遣到他的父亲那里。
§20.53.2ὁ δʼ Ἀντίγονος πυθόμενος τὴν γεγενημένην νίκην καὶ μετεωρισθεὶς ἐπὶ τῷ μεγέθει τοῦ προτερήματος διάδημα περιέθετο καὶ τὸ λοιπὸν ἐχρημάτιζε βασιλεύς, συγχωρήσας καὶ τῷ Δημητρίῳ τῆς αὐτῆς τυγχάνειν προσηγορίας καὶ τιμῆς.
安提柯获悉所取得的胜利,因这一巨大成功而意气风发,戴上了王冠,此后便自称为国王,并允许德米特里也获得同样的称号和荣誉。
§20.53.3ὁ δὲ Πτολεμαῖος οὐδὲν τῇ ψυχῇ ταπεινωθεὶς διὰ τὴν ἧτταν καὶ αὐτὸς ὁμοίως ἀνέλαβε τὸ διάδημα καὶ πρὸς ἅπαντας ἀνέγραφεν ἑαυτὸν βασιλέα.
而托勒密的心气并未因失败而有丝毫沮丧,他自己也同样戴上了王冠,并向所有人自署为国王。
§20.53.4παραπλησίως δὲ τούτοις καὶ οἱ λοιποὶ δυνάσται ζηλοτυπήσαντες ἀνηγόρευον ἑαυτοὺς βασιλεῖς, Σέλευκος μὲν προσφάτως τὰς ἄνω σατραπείας προσκεκτημένος, Λυσίμαχος δὲ καὶ Κάσανδρος τὰς ἐξ ἀρχῆς δοθείσας μερίδας διατηροῦντες.
与这些人类似,其余的统治者们也因竞争之心而自立为王,其中塞勒乌斯是最近才额外获得了上部行省,而利西马科斯和卡山德则维持着最初分给他们的领地。
ἡμεῖς δὲ περὶ τούτων ἱκανῶς εἰρηκότες ἐν μέρει διέξιμεν περὶ τῶν κατὰ Λιβύην καὶ Σικελίαν πραχθέντων.
我们关于这些事情已经说得足够了,接下来将依次叙述在利比亚和西西里所发生的事情。

词汇与语法注释

  1. §20.53.1ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον — 动词 ἀπογιγνώσκω(放弃、对……感到绝望)的不定过去时主动分词 ἀπογνούς 为主格,与主句主语 Πτολεμαῖος 一致。它作为及物动词,带有名词性宾语 τὰ κατὰ τὴν Κύπρον(关于塞浦路斯的事态)。
  2. §20.53.1τοὺς δηλώσοντας — 未来时主动分词 δηλώσοντας 带冠词 τούς 作实质性名词使用,无先行词(意为“那些将要汇报的人”)。此处的未来分词表示主句动词 ἐξαπέστειλεν(派遣)的目的。
  3. §20.53.2τῆς αὐτῆς τυγχάνειν προσηγορίας καὶ τιμῆς — 不定式 τυγχάνειν 作为分词 συγχωρήσας(允许)的补充不定式。由于动词 τυγχάνω(获得)支配属格,其宾语 τῆς αὐτῆς ... προσηγορίας καὶ τιμῆς(相同的称号与荣誉)呈现属格形式。
  4. §20.53.3οὐδὲν τῇ ψυχῇ ταπεινωθείς — οὐδέν 作为副词性的程度/限定宾格,意为“毫不、绝不”。τῇ ψυχῇ 是关系/限定与格,意为“在心灵上、在精神上”。两者共同修饰被动分词 ταπεινωθείς(沮丧、受挫)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.53.1-20.53.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.53.1-20.53.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。