Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.55.1-20.55.5

阿加托克利斯征服利比亚各地与返回西西里

第 243 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯相继攻占尤提卡与希波·阿克拉,控制了利比亚的大部分地区。在介绍完利比亚的四大民族构成后,阿加托克利斯因忧虑西西里局势,将儿子留在当地,自己乘船返回西西里。

§20.55.1ὁ δʼ Ἀγαθοκλῆς, ὁρῶν αὐτοὺς ἀπαθῶς ὡρμηκότας πρὸς τὸν κίνδυνον, περιστήσας πανταχόθεν τὴν δύναμιν καὶ κατά τινα τόπον φαύλως ᾠκοδομημένον βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν.
阿加托克利斯见他们毫不动摇地迎向危险,便在四周部署了军队,并强行攻破了一处建造得十分简陋的地方,闯入了城内。
§20.55.2τῶν δʼ Ἰτυκαίων τῶν μὲν εἰς τὰς οἰκίας, τῶν δʼ εἰς ἱερὰ καταφευγόντων διʼ ὀργῆς αὐτοὺς ἔχων φόνου τὴν πόλιν ἐπλήρωσε.
在尤提卡人有的逃往民宅,有的逃往神庙之际,对他们怀有怒火的阿加托克利斯在城内展开了血腥屠杀。
τοὺς μὲν γὰρ ἐν χειρῶν νόμῳ διέφθειρε, τοὺς δʼ ἁλόντας ἐκρέμασε, τοὺς δʼ ἐπὶ θεῶν ἱερὰ καὶ βωμοὺς καταφυγόντας διαψευσθῆναι τῆς ἐλπίδος ἐποίησεν.
他有的是在白兵战中将其杀害,有的是将捕获的人吊死,而对于那些逃往神明神庙和祭坛的人,他则使他们的希望落空。
§20.55.3διαφορήσας δὲ τὰς κτήσεις καὶ φυλακὴν ἀπολιπὼν ἐπὶ τῆς πόλεως ἐστρατοπέδευσεν ἐπὶ τὴν Ἵππου καλουμένην ἄκραν, ὠχυρωμένην φυσικῶς τῇ παρακειμένῃ λίμνῃ.
他在掠夺了财产并留守军驻守该城后,便进军至被称为希波·阿克拉的地方,该地因邻近的湖泊而形成天然要塞。
πολιορκήσας δὲ αὐτὴν ἐνεργῶς καὶ τῶν ἐγχωρίων ναυμαχίᾳ περιγενόμενος κατὰ κράτος εἷλε.
在对该地进行猛烈围攻并在海战中击败当地居民后,他以武力攻占了该城。
τούτῳ δὲ τῷ τρόπῳ τὰς πόλεις χειρωσάμενος τῶν τε ἐπὶ θαλάττῃ τόπων τῶν πλείστων ἐκυρίευσεν καὶ τῶν τὴν μεσόγειον οἰκούντων πλὴν τῶν Νομάδων· ὧν τινὲς μὲν φιλίαν πρὸς αὐτὸν ἐποιήσαντο, τινὲς δʼ ἐκαραδόκουν τὴν τῶν ὅλων κρίσιν.
通过这种方式制服了这两座城市后,他控制了大部分沿海地区以及除游牧民之外的内陆居民;在这些游牧民中,有的人与他建立了友谊,有的人则在静观全局的决战。
§20.55.4τέτταρα γὰρ τὴν Λιβύην διείληφε γένη, Φοίνικες μὲν οἱ τὴν Καρχηδόνα τότε κατοικοῦντες, Λιβυφοίνικες δὲ πολλὰς ἔχοντες πόλεις ἐπιθαλαττίους καὶ κοινωνοῦντες τοῖς Καρχηδονίοις ἐπιγαμίας, οἷς ἀπὸ τῆς συμπεπλεγμένης συγγενείας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας· ὁ δὲ πολὺς λαὸς τῶν ἐγχωρίων, ἀρχαιότατος ὤν, Λίβυς ὠνομάζετο, μισῶν διαφερόντως τοὺς Καρχηδονίους διὰ τὸ βάρος τῆς ἐπιστασίας· οἱ δὲ τελευταῖοι Νομάδες ὑπῆρχον, πολλὴν τῆς Λιβύης νεμόμενοι μέχρι τῆς ἐρήμου.
因为利比亚被分为四个民族:第一是当时居住在迦太基的腓尼基人;第二是拥有许多沿海城市并与迦太基人通婚的利比里亚腓尼基人,由于这种交错的血缘关系,他们碰巧获得了这一名称;第三是当地居民的绝大多数,他们最为古老,被称为利比亚人,由于迦太基人统治的沉重而对其无比痛恨;最后则是游牧民,他们占据了利比亚直到沙漠的广大地区。
§20.55.5Ἀγαθοκλῆς δὲ τοῖς μὲν κατὰ Λιβύην συμμάχοις καὶ ταῖς δυνάμεσιν ὑπερέχων τῶν Καρχηδονίων, περὶ δὲ τῶν ἐν Σικελίᾳ πραγμάτων ἀγωνιῶν ἄφρακτα καὶ πεντηκοντόρους ναυπηγησάμενος ἐνεβίβασε στρατιώτας δισχιλίους.
阿加托克利斯在利比亚的盟友和自身军事力量上虽然优于迦太基人,但由于对西西里岛的局势深感忧虑,他建造了无甲板船和五十桨船,并让两千名士兵登船。
καταλιπὼν δὲ τῶν ἐν τῇ Λιβύῃ πραγμάτων στρατηγὸν Ἀγάθαρχον τὸν υἱὸν ἀνήχθη ταῖς ναυσίν, ἐπὶ Σικελίαν τὸν πλοῦν ποιούμενος.
在留下他的儿子阿加塔尔科斯作为利比亚事务的将军后,他率领船队出海,驶向西西里岛。

词汇与语法注释

  1. 20.55.1ἀπαθῶς ὡρμηκότας — 分词 ὡρμηκότας 作为动词 ὁρῶν 的宾语补足语。副词 ἀπαθῶς(不为所动地、冷静地)表明,尽管目睹了亲友被悬挂在攻城器械上的惨剧,尤提卡人依然没有动摇,而是决然地迎向危险(κίνδυνος)。
  2. 20.55.2διʼ ὀργῆς αὐτοὺς ἔχων — 介词 διὰ 搭配属格 ὀργῆς 加上动词 ἔχω 的惯用表达(δι' ὀργῆς ἔχειν τινά),意为“对(某人)怀有怒火或敌意”,用以描绘主语阿加托克利斯的心理状态。
  3. 20.55.2ἐν χειρῶν νόμῳ — 古希腊语的固定词组,意为“在白兵战中”或“诉诸武力”。指那些在实际战斗中手持武器抵抗时被杀的人,而非投降后被处决的人。
  4. 20.55.2διαψευσθῆναι τῆς ἐλπίδος ἐποίησεν — 使役动词 ἐποίησεν 支配对格与不定式结构,包含被动不定式 διαψευσθῆναι 及其逻辑主语对格(τοὺς ... καταφυγόντας)。动词 διαψεύδομαι(希望落空、被欺骗)带夺格性属格 τῆς ἐλπίδος,整句意为“他使他们的希望落空”。
  5. 20.55.3ὧν — 关系代词 ὧν 的先行词是紧接其前的“游牧民”(τῶν Νομάδων)。尽管在语法上它也有可能指代整个内陆居民,但从词序以及为后续 20.55.4 中对游牧民的详细描述作过渡的上下文来看,将其限定为游牧民是最为自然的。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.55.1-20.55.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.55.1-20.55.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。