§20.45.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀναξικράτης, ἐν Ῥώμῃ δὲ ὕπατοι κατέστησαν Ἄππιος Κλαύδιος καὶ Λεύκιος Οὐολόμνιος.
在一年时间过去后,阿纳克西克拉特斯在雅典担任执政官,而在罗马,阿庇乌斯·克劳狄乌斯与卢基乌斯·沃卢姆尼乌斯出任执政官。
ἐπὶ δὲ τούτων Δημήτριος μὲν ὁ Ἀντιγόνου παραλαβὼν παρὰ τοῦ πατρὸς δύναμιν ἁδρὰν πεζικήν τε καὶ ναυτικήν, ἔτι δὲ βελῶν καὶ τῶν ἄλλων τῶν εἰς πολιορκίαν χρησίμων τὴν ἁρμόζουσαν παρασκευὴν ἐξέπλευσεν ἐκ τῆς Ἐφέσου·
在他们任内,安提柯之子德米特里从父亲那里接管了庞大的陆海军兵力,以及投射武器和其他适用于围城战的相应装备,从艾菲索斯扬帆出海。
παράγγελμα δʼ εἶχεν ἐλευθεροῦν πάσας μὲν τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, πρώτην δὲ τὴν Ἀθηναίων, φρουρουμένην ὑπὸ Κασάνδρου.
他所接到的命令是解放全希腊的所有城市,而首当其冲的是由卡山德驻守的雅典人城市。
§20.45.2καταπλεύσαντος δʼ αὐτοῦ μετὰ τῆς δυνάμεως εἰς τὸν Πειραιᾶ καὶ πανταχόθεν προσβαλόντος ἐξ ἐφόδου καὶ κήρυγμα ποιησαμένου Διονύσιος ὁ καθεσταμένος ἐπὶ τῆς Μουνυχίας φρούραρχος καὶ Δημήτριος ὁ Φαληρεὺς ἐπιμελητὴς τῆς πόλεως γεγενημένος ὑπὸ Κασάνδρου, πολλοὺς ἔχοντες στρατιώτας, ἀπὸ τῶν τειχῶν ἠμύνοντο.
当他率领军队驶入比雷埃夫斯,并立即发起四面猛攻且发布宣告时,驻守在慕尼基亚的守备队指挥官狄奥尼修斯,以及被卡山德任命为城市监管官的法勒鲁姆的德米特里,率领众多士兵在城墙上进行抵抗。
§20.45.3τῶν δʼ Ἀντιγόνου στρατιωτῶν τινες βιασάμενοι καὶ κατὰ τὴν ἀκτὴν ὑπερβάντες ἐντὸς τοῦ τείχους παρεδέξαντο πλείους τῶν συναγωνιζομένων.
但安提柯的一些士兵强行突破,沿海岸越过城墙,将更多并肩作战的战友引入城墙内部。
τὸν μὲν οὖν Πειραιᾶ τοῦτον τὸν τρόπον ἁλῶναι συνέβη, τῶν δʼ ἔνδον Διονύσιος μὲν ὁ φρούραρχος εἰς τὴν Μουνυχίαν συνέφυγε, Δημήτριος δʼ ὁ Φαληρεὺς ἀπεχώρησεν εἰς ἄστυ.
于是,比雷埃夫斯便以这种方式陷落;在城内的人当中,守备队指挥官狄奥尼修斯逃往慕尼基亚,而法勒鲁姆的德米特里则退回雅典市区。
§20.45.4τῇ δʼ ὑστεραίᾳ πεμφθεὶς μεθʼ ἑτέρων πρεσβευτὴς ὑπὸ τοῦ δήμου πρὸς Δημήτριον καὶ περὶ τῆς αὐτονομίας διαλεχθεὶς καὶ τῆς ἰδίας ἀσφαλείας ἔτυχε παραπομπῆς καὶ τὰ κατὰ τὰς Ἀθήνας ἀπογινώσκων ἔφυγεν εἰς τὰς Θήβας, ὕστερον δὲ πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον.
次日,他作为使节与其他人一同被民众派往德米特里处,就自治及他自身的安全进行谈判,获得了护送的承诺,并因对雅典局势感到绝望而逃往底比斯,其后又前往埃及投奔托勒密。
§20.45.5οὗτος μὲν οὖν ἔτη δέκα τῆς πόλεως ἐπιστατήσας ἐξέπεσεν ἐκ τῆς πατρίδος τὸν εἰρημένον τρόπον.
他就这样在管理了城市十年之后,以所述的方式被逐出了祖国。
ὁ δὲ δῆμος τῶν Ἀθηναίων κομισάμενος τὴν ἐλευθερίαν ἐψηφίσατο τιμὰς τοῖς αἰτίοις τῆς αὐτονομίας.
而雅典民众在重获自由后,投票决定向带来自治的功臣们授予荣誉。
Δημήτριος δʼ ἐπιστήσας τοὺς πετροβόλους καὶ τὰς ἄλλας μηχανὰς καὶ τὰ βέλη προσέβαλλε τῇ Μουνυχίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
德米特里则架设了投石机和其他机械及投射武器,从陆路和海路两方面对慕尼基亚发起进攻。
§20.45.6ἀμυνομένων δὲ τῶν ἔνδον ἀπὸ τῶν τειχῶν εὐρώστως συνέβαινε τοὺς μὲν περὶ Διονύσιον προέχειν ταῖς δυσχωρίαις καὶ ταῖς τῶν τόπων ὑπεροχαῖς, οὔσης τῆς Μουνυχίας ὀχυρᾶς οὐ μόνον ἐκ φύσεως, ἀλλὰ καὶ ταῖς τῶν τειχῶν κατασκευαῖς, τοὺς δὲ περὶ τὸν Δημήτριον τῷ τε πλήθει τῶν στρατιωτῶν πολλαπλασίους εἶναι καὶ ταῖς παρασκευαῖς πολλὰ πλεονεκτεῖν.
在城内士兵从城墙上进行顽强抵抗的同时,狄奥尼修斯一方在地形险要和位置高度上占有优势(因为慕尼基亚不仅天生险要,而且城墙防备稳固),而德米特里一方在士兵人数上则是对方的数倍,且在装备准备上也大占便宜。
§20.45.7τέλος δʼ ἐπὶ δύο ἡμέρας συνεχῶς τῆς πολιορκίας γινομένης οἱ μὲν φρουροὶ τοῖς καταπέλταις καὶ πετροβόλοις συντιτρωσκόμενοι καὶ διαδόχους οὐκ ἔχοντες ἠλαττοῦντο, οἱ δὲ περὶ τὸν Δημήτριον ἐκ διαδοχῆς κινδυνεύοντες καὶ νεαλεῖς ἀεὶ γινόμενοι, διὰ τῶν πετροβόλων ἐρημωθέντος τοῦ τείχους, ἐνέπεσον εἰς τὴν Μουνυχίαν καὶ τοὺς μὲν φρουροὺς ἠνάγκασαν θέσθαι τὰ ὅπλα, τὸν δὲ φρούραρχον Διονύσιον ἐζώγρησαν.
最终,在围城战连续进行两天之后,守卫们因弩炮和投石机而纷纷负伤,且无替补,因而陷入劣势;而德米特里一方轮流参战、始终保持战斗力,在城墙上的防卫者被投石机清空后,冲入了慕尼基亚,强迫守卫们放下武器,并生擒了守备队指挥官狄奥尼修斯。