§20.45.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀναξικράτης, ἐν Ῥώμῃ δὲ ὕπατοι κατέστησαν Ἄππιος Κλαύδιος καὶ Λεύκιος Οὐολόμνιος.
When the year's time had elapsed, Anaxicrates was archon in Athens, and in Rome Appius Claudius and Lucius Volumnius were established as consuls.
ἐπὶ δὲ τούτων Δημήτριος μὲν ὁ Ἀντιγόνου παραλαβὼν παρὰ τοῦ πατρὸς δύναμιν ἁδρὰν πεζικήν τε καὶ ναυτικήν, ἔτι δὲ βελῶν καὶ τῶν ἄλλων τῶν εἰς πολιορκίαν χρησίμων τὴν ἁρμόζουσαν παρασκευὴν ἐξέπλευσεν ἐκ τῆς Ἐφέσου· παράγγελμα δʼ εἶχεν ἐλευθεροῦν πάσας μὲν τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, πρώτην δὲ τὴν Ἀθηναίων, φρουρουμένην ὑπὸ Κασάνδρου.
During their term of office, Demetrius, the son of Antigonus, having received from his father a strong force of both infantry and navy, and moreover the appropriate equipment of missiles and other things useful for a siege, sailed out from Ephesus; and he had orders to liberate all the cities throughout Greece, and first of all that of the Athenians, which was garrisoned by Cassander.
§20.45.2καταπλεύσαντος δʼ αὐτοῦ μετὰ τῆς δυνάμεως εἰς τὸν Πειραιᾶ καὶ πανταχόθεν προσβαλόντος ἐξ ἐφόδου καὶ κήρυγμα ποιησαμένου Διονύσιος ὁ καθεσταμένος ἐπὶ τῆς Μουνυχίας φρούραρχος καὶ Δημήτριος ὁ Φαληρεὺς ἐπιμελητὴς τῆς πόλεως γεγενημένος ὑπὸ Κασάνδρου, πολλοὺς ἔχοντες στρατιώτας, ἀπὸ τῶν τειχῶν ἠμύνοντο.
And when he had sailed with his force into the Piraeus and had made an attack from all sides at the first onset and made a proclamation, Dionysius, the garrison commander stationed at Munychia, and Demetrius of Phalerum, who had been appointed overseer of the city by Cassander, having many soldiers, defended themselves from the walls.
§20.45.3τῶν δʼ Ἀντιγόνου στρατιωτῶν τινες βιασάμενοι καὶ κατὰ τὴν ἀκτὴν ὑπερβάντες ἐντὸς τοῦ τείχους παρεδέξαντο πλείους τῶν συναγωνιζομένων.
But some of the soldiers of Antigonus, having forced their way and climbed over along the shore, admitted more of their fellow-fighters inside the wall.
τὸν μὲν οὖν Πειραιᾶ τοῦτον τὸν τρόπον ἁλῶναι συνέβη, τῶν δʼ ἔνδον Διονύσιος μὲν ὁ φρούραρχος εἰς τὴν Μουνυχίαν συνέφυγε, Δημήτριος δʼ ὁ Φαληρεὺς ἀπεχώρησεν εἰς ἄστυ.
Thus, then, it happened that the Piraeus was captured; and of those inside, Dionysius the garrison commander fled for refuge into Munychia, while Demetrius of Phalerum withdrew into the upper city.
§20.45.4τῇ δʼ ὑστεραίᾳ πεμφθεὶς μεθʼ ἑτέρων πρεσβευτὴς ὑπὸ τοῦ δήμου πρὸς Δημήτριον καὶ περὶ τῆς αὐτονομίας διαλεχθεὶς καὶ τῆς ἰδίας ἀσφαλείας ἔτυχε παραπομπῆς καὶ τὰ κατὰ τὰς Ἀθήνας ἀπογινώσκων ἔφυγεν εἰς τὰς Θήβας, ὕστερον δὲ πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον.
And on the following day, having been sent with others as an ambassador by the people to Demetrius and having negotiated concerning autonomy and his own safety, he obtained a safe-conduct, and despairing of the affairs of Athens, he fled to Thebes, and later to Ptolemy in Egypt.
§20.45.5οὗτος μὲν οὖν ἔτη δέκα τῆς πόλεως ἐπιστατήσας ἐξέπεσεν ἐκ τῆς πατρίδος τὸν εἰρημένον τρόπον.
He, then, having governed the city for ten years, was expelled from his native land in the manner described.
ὁ δὲ δῆμος τῶν Ἀθηναίων κομισάμενος τὴν ἐλευθερίαν ἐψηφίσατο τιμὰς τοῖς αἰτίοις τῆς αὐτονομίας.
But the people of the Athenians, having recovered their freedom, voted honors to those responsible for their autonomy.
Δημήτριος δʼ ἐπιστήσας τοὺς πετροβόλους καὶ τὰς ἄλλας μηχανὰς καὶ τὰ βέλη προσέβαλλε τῇ Μουνυχίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
And Demetrius, having set up the stone-throwers and other engines and missiles, attacked Munychia both by land and by sea.
§20.45.6ἀμυνομένων δὲ τῶν ἔνδον ἀπὸ τῶν τειχῶν εὐρώστως συνέβαινε τοὺς μὲν περὶ Διονύσιον προέχειν ταῖς δυσχωρίαις καὶ ταῖς τῶν τόπων ὑπεροχαῖς, οὔσης τῆς Μουνυχίας ὀχυρᾶς οὐ μόνον ἐκ φύσεως, ἀλλὰ καὶ ταῖς τῶν τειχῶν κατασκευαῖς, τοὺς δὲ περὶ τὸν Δημήτριον τῷ τε πλήθει τῶν στρατιωτῶν πολλαπλασίους εἶναι καὶ ταῖς παρασκευαῖς πολλὰ πλεονεκτεῖν.
While those inside defended themselves vigorously from the walls, it happened that those with Dionysius had the advantage in the difficulties of the terrain and the height of the positions, since Munychia was strong not only by nature but also by the construction of the walls, while those with Demetrius were many times superior in the number of their soldiers and had a great advantage in their preparations.
§20.45.7τέλος δʼ ἐπὶ δύο ἡμέρας συνεχῶς τῆς πολιορκίας γινομένης οἱ μὲν φρουροὶ τοῖς καταπέλταις καὶ πετροβόλοις συντιτρωσκόμενοι καὶ διαδόχους οὐκ ἔχοντες ἠλαττοῦντο, οἱ δὲ περὶ τὸν Δημήτριον ἐκ διαδοχῆς κινδυνεύοντες καὶ νεαλεῖς ἀεὶ γινόμενοι, διὰ τῶν πετροβόλων ἐρημωθέντος τοῦ τείχους, ἐνέπεσον εἰς τὴν Μουνυχίαν καὶ τοὺς μὲν φρουροὺς ἠνάγκασαν θέσθαι τὰ ὅπλα, τὸν δὲ φρούραρχον Διονύσιον ἐζώγρησαν.
At last, the siege having continued uninterruptedly for two days, the guards, being wounded by the catapults and stone-throwers and having no reliefs, were getting the worst of it, while those with Demetrius, fighting in relays and always remaining fresh, when the wall had been cleared of defenders by the stone-throwers, burst into Munychia, and they forced the guards to lay down their arms and captured the garrison commander Dionysius alive.