§20.46.1τούτων δὲ ὀλίγαις ἡμέραις κατευτυχηθέντων ὁ μὲν Δημήτριος κατασκάψας τὴν Μουνυχίαν ὁλόκληρον τῷ δήμῳ τὴν ἐλευθερίαν ἀποκατέστησεν καὶ φιλίαν καὶ συμμαχίαν πρὸς αὐτοὺς συνέθετο,
在这几日内顺利完成之后,德米特里彻底摧毁了慕尼基亚,向民众归还了自由,并与他们缔结了友好与同盟关系。
§20.46.2οἱ δὲ Ἀθηναῖοι γράψαντος ψήφισμα Στρατοκλέους ἐψηφίσαντο χρυσᾶς μὲν εἰκόνας ἐφʼ ἅρματος στῆσαι τοῦ τε Ἀντιγόνου καὶ Δημητρίου πλησίον Ἁρμοδίου καὶ Ἀριστογείτονος, στεφανῶσαι δὲ ἀμφοτέρους ἀπὸ ταλάντων διακοσίων καὶ βωμὸν ἱδρυσαμένους προσαγορεῦσαι Σωτήρων, πρὸς δὲ τὰς δέκα φυλὰς προσθεῖναι δύο, Δημητριάδα καὶ Ἀντιγονίδα, καὶ συντελεῖν αὐτοῖς κατʼ ἐνιαυτὸν ἀγῶνας καὶ πομπὴν καὶ θυσίαν, ἐνυφαινόντων αὐτοὺς εἰς τὸν τῆς Ἀθηνᾶς πέπλον.
另一方面,雅典人根据斯特拉托克勒斯草拟的提案投票决定:将安提柯和德米特里的金像安置在战车上,立于哈尔摩狄乌斯和阿里斯托革顿的像旁;以两百塔兰同的资金为两人加冕;为他们建立祭坛并尊称为“救世主”;在原有的十个部落中增加德米特里亚斯和安提柯尼斯两个部落;每年为他们举行竞技会、游行和祭祀;并把他们的形象织入雅典娜的佩普洛斯(神袍)中。
§20.46.3ὁ μὲν οὖν δῆμος ἐν τῷ Λαμιακῷ πολέμῳ καταλυθεὶς ὑπʼ Ἀντιπάτρου μετʼ ἔτη πεντεκαίδεκα παραδόξως ἐκομίσατο τὴν πάτριον πολιτείαν·
于是,在拉米亚战争中被安提帕特推翻的民众,在十五年后重新获得了祖传的政体。
ὁ δὲ Δημήτριος, φρουρουμένης τῆς Μεγαρέων πόλεως, ἐκπολιορκήσας αὐτὴν ἀπέδωκεν τὴν αὐτονομίαν τῷ δήμῳ καὶ τιμῶν ἀξιολόγων ἔτυχεν ὑπὸ τῶν εὖ παθόντων.
而德米特里在麦加拉人的城市驻守守军的情况下,通过围攻夺取了该城,向民众归还了自治,并从受益者那里获得了显著的荣誉。
§20.46.4Ἀντίγονος δέ, παραγενομένων πρὸς αὐτὸν Ἀθήνηθεν πρεσβευτῶν καὶ τό τε περὶ τῶν τιμῶν ἀναδόντων ψήφισμα καὶ περὶ σίτου καὶ ξύλων εἰς ναυπηγίαν διαλεχθέντων, ἔδωκεν αὐτοῖς πυροῦ μὲν μεδίμνων πεντεκαίδεκα μυριάδας, ὕλην δὲ τὴν ἱκανὴν ναυσὶν ἑκατόν· ἐξ Ἴμβρου δὲ τὴν φρουρὰν ἐξαγαγὼν ἀπέδωκεν αὐτοῖς τὴν πόλιν.
安提柯在雅典使节抵达他那里并呈上荣誉决议、并就小麦和造船木材进行商议后,赐予他们十五万麦狄姆诺斯的小麦,以及足够建造百艘战船的木材;同时,他从伊姆布罗斯撤走守军,将该城归还给他们。
§20.46.5πρὸς δὲ τὸν υἱὸν Δημήτριον ἔγραψε κελεύων τῶν μὲν συμμαχίδων πόλεων συνέδρους συστήσασθαι τοὺς βουλευσομένους κοινῇ περὶ τῶν τῇ Ἑλλάδι συμφερόντων, αὐτὸν δὲ μετὰ τῆς δυνάμεως εἰς Κύπρον πλεῦσαι καὶ διαπολεμῆσαι τὴν ταχίστην πρὸς τοὺς Πτολεμαίου στρατηγούς.
他还写信给儿子德米特里,命令他召集同盟各城市的代表,共同商讨关乎希腊利益的事项,并且由他本人率领军队驶往塞浦路斯,尽速与托勒密的将领们交战到底。
§20.46.6οὗτος μὲν οὖν συντόμως πάντα πράξας κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς καὶ κομισθεὶς ἐπὶ Καρίας παρεκάλει τοὺς Ῥοδίους πρὸς τὸν κατὰ Πτολεμαίου πόλεμον.
于是他遵循父亲的指示迅速办妥了一切,并前往卡里亚,敦促罗德斯人加入对抗托勒密的战争。
οὐ προσεχόντων δʼ αὐτῶν, ἀλλὰ κοινὴν εἰρήνην αἱρουμένων ἄγειν πρὸς ἅπαντας ταύτην ἀρχὴν συνέβη γενέσθαι τῷ δήμῳ τῆς πρὸς Ἀντίγονον ἀλλοτριότητος.
然而他们并未听从,反而选择与所有人保持共同的和平,这便成了该城邦民众与安提柯之间关系疏远的开端。