Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.42.1-20.42.5

奥菲拉斯穿越沙漠与阿加托克利斯的背信谋杀

第 230 段,共 301 段 · 希腊语

内容简介

奥菲拉斯率军艰难穿越沙漠抵达阿加托克利斯处,但阿加托克利斯发动偷袭杀死了奥菲拉斯,并吞并了其全部军队。

§20.42.1ὁ γʼ οὖν Ὀφέλλας ἀναλαβὼν τὴν δύναμιν προῆγεν διὰ τῆς ἀνύδρου καὶ θηριώδους ἐπιπόνως· οὐ μόνον γὰρ ὕδατος ἐσπάνιζεν, ἀλλὰ καὶ τῆς ξηρᾶς τροφῆς ἀπολιπούσης ἐκινδύνευσεν ἅπαν ἀπολέσαι τὸ στρατόπεδον.
于是,奥菲拉斯率领军队,艰难地通过了那片缺水且野兽横行的荒原;因为他不仅缺少水源,而且随着干粮的耗尽,他面临着全军覆没的危险。
§20.42.2δακέτων δὲ θηρίων παντοίων ἐπεχόντων τὰ περὶ τὰς Σύρτεις ἔρημα καὶ τῶν πλείστων ὀλέθριον ἐχόντων τὸ δῆγμα πολλῇ τῇ συμφορᾷ περιέπιπτον, ἀβοήθητον ἔχοντες τὴν ἐκ τῶν ἰατρῶν καὶ φίλων ἐπικουρίαν.
此外,各种咬人的野兽占领了苏尔特周围的荒原,且其中大多数都带有致命的毒咬,因此他们陷入了极大的不幸之中,医生和朋友们的援助也无济于事。
καὶ γὰρ ἔνιοι τῶν ὄφεων ὁμοίαν ἔχοντες τὴν χρόαν τῇ κατʼ αὐτοὺς οὔσῃ χώρᾳ τὴν ἰδίαν φύσιν ἀπροόρατον ἐποίουν· οἷς πολλοὶ διὰ τὴν ἄγνοιαν ἐπιβαίνοντες δήγμασι θανατηφόροις περιέπιπτον.
因为有些蛇的颜色与它们所处的土地极为相似,使它们的身影难以被察觉;许多人因无知而踩在它们身上,遭到了致命的咬伤。
τέλος δὲ κατὰ τὴν ὁδοιπορίαν πλεῖον ἢ δύο μῆνας κακοπαθήσαντες μόγις διήνυσαν πρὸς τοὺς περὶ Ἀγαθοκλέα καὶ βραχὺ διαχωρίσαντες ἀπʼ ἀλλήλων τὴν δύναμιν κατεστρατοπέδευσαν.
最终,在行军中忍受了两个多月的艰辛之后,他们终于艰难地抵达了阿加托克利斯及其部下所在之处,并在彼此相距不远的地方安营扎寨。
§20.42.3εἶθʼ οἱ μὲν Καρχηδόνιοι πυθόμενοι τὴν τούτων παρουσίαν κατεπλάγησαν, ὁρῶντες τηλικαύτην δύναμιν κατʼ αὐτῶν ἥκουσαν·
随后,迦太基人获悉他们的到来,看到如此强大的军队朝自己逼近,感到十分惊恐。
ὁ δʼ Ἀγαθοκλῆς ἀπαντήσας τοῖς περὶ τὸν Ὀφέλλαν καὶ φιλοφρόνως ἅπαντα χορηγήσας τούτους μὲν ἠξίου τὴν στρατιὰν ἀναλαμβάνειν ἐκ τῆς κακοπαθείας, αὐτὸς δὲ ἐπιμείνας ἡμέρας ὀλίγας καὶ κατασκεψάμενος ἕκαστα τῶν πραττομένων ἐν τῇ παρεμβολῇ τῶν παρόντων, ἐπεὶ τὸ πλεῖον μέρος τῶν στρατιωτῶν ἐπὶ χορτάσματα καὶ σιτολογίαν ἐξεληλύθει, τὸν δὲ Ὀφέλλαν ἑώρα μηδὲν τῶν ὑφʼ ἑαυτοῦ βεβουλευμένων ὑπονοοῦντα, συνήγαγεν ἐκκλησίαν τῶν ἰδίων στρατιωτῶν, κατηγορήσας δὲ τοῦ παρόντος ἐπὶ τὴν συμμαχίαν ὡς ἐπιβουλεύοντος καὶ παροξύνας τὸ πλῆθος εὐθὺς διεσκευασμένην τὴν δύναμιν ἦγεν ἐπὶ τοὺς Κυρηναίους.
另一方面,阿加托克利斯迎接入城奥菲拉斯及其部下,并亲切地为他们提供了一切必需品,请他们让军队从艰辛中恢复过来。 而他自己则留守了几天,暗中观察这批新来者营地里发生的一切。 当大部分士兵外出采集草料和搜集粮食时,他看到奥菲拉斯对自己所策划的阴谋毫无戒备,于是他召集了自己的士兵大会,指责那位为同盟而来的盟友图谋不轨,煽动起众人的情绪,随即便率领装备整齐的军队向库雷奈人发动了袭击。
§20.42.4εἶθʼ ὁ μὲν Ὀφέλλας διὰ τὸ παράδοξον καταπλαγεὶς ἐπεχείρησε μὲν ἀμύνασθαι, καταταχούμενος δὲ καὶ τὴν ὑπολελειμμένην δύναμιν οὐκ ἔχων ἀξιόχρεων μαχόμενος ἐτελεύτησεν·
随后,奥菲拉斯因这突如其来的变故而惊愕万分,虽然试图抵抗,但因处于劣势,且手头留下的兵力不足以抗衡,最终在战斗中阵亡。
§20.42.5ὁ δʼ Ἀγαθοκλῆς συναναγκάσας τὸ λοιπὸν πλῆθος ἀποθέσθαι τὰ ὅπλα καὶ φιλανθρώποις ἐπαγγελίαις παραστησάμενος ἅπαντας κύριος ἐγένετο τῆς δυνάμεως πάσης.
阿加托克利斯迫使剩余的士兵放下武器,并通过宽大的承诺将他们全部安抚争取过来,从而完全掌控了所有的军队。
Ὀφέλλας μὲν οὖν ἐλπίσας μεγάλα καὶ προχειρότερον αὑτὸν πιστεύσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς.
如此,怀抱宏大希望却因过于轻信而丧失警惕的奥菲拉斯,便遭遇了这样的人生终结。

词汇与语法注释

  1. 20.42.1τῆς ἀνύδρου καὶ θηριώδους — 阴性单数属格形容词。省略了阴性名词 χώρας(土地)或 ἐρήμου(沙漠)。
  2. 20.42.2ἀβοήθητον — 名词 ἐπικουρίαν(援助)的述语性形容词。表示“把医生和朋友的援助当作无济于事的东西”之意。
  3. 20.42.3τούτους μὲν ἠξίου τὴν στρατιὰν ἀναλαμβάνειν — ἠξίου(ἀξιόω 的未完成过去式)接宾格加不定式结构,意为“要求/请求某人做某事”。τούτους 是逻辑主语(宾格),ἀναλαμβάνειν 是不定式。
  4. 20.42.5προχειρότερον αὑτὸν πιστεύσας — πιστεύω 的不定过去时 active 分词与反身代词 αὑτόν 连用,作及物动词意为“将自己(向他人)托付/信任”。比较级副词 προχειρότερον 意为“过于轻率地/不加防备地”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.42.1-20.42.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.42.1-20.42.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。