§20.42.1ὁ γʼ οὖν Ὀφέλλας ἀναλαβὼν τὴν δύναμιν προῆγεν διὰ τῆς ἀνύδρου καὶ θηριώδους ἐπιπόνως· οὐ μόνον γὰρ ὕδατος ἐσπάνιζεν, ἀλλὰ καὶ τῆς ξηρᾶς τροφῆς ἀπολιπούσης ἐκινδύνευσεν ἅπαν ἀπολέσαι τὸ στρατόπεδον.
Ophellas, then, taking his army with him, advanced with great difficulty through the waterless and beast-infested country; for not only did he lack water, but since the dry provisions also failed, he was in danger of losing his entire army.
§20.42.2δακέτων δὲ θηρίων παντοίων ἐπεχόντων τὰ περὶ τὰς Σύρτεις ἔρημα καὶ τῶν πλείστων ὀλέθριον ἐχόντων τὸ δῆγμα πολλῇ τῇ συμφορᾷ περιέπιπτον, ἀβοήθητον ἔχοντες τὴν ἐκ τῶν ἰατρῶν καὶ φίλων ἐπικουρίαν.
Since biting beasts of all kinds occupied the desert regions around the Syrtes, and most of them had a deadly bite, they fell into great misfortune, having no help from the assistance of physicians and friends.
καὶ γὰρ ἔνιοι τῶν ὄφεων ὁμοίαν ἔχοντες τὴν χρόαν τῇ κατʼ αὐτοὺς οὔσῃ χώρᾳ τὴν ἰδίαν φύσιν ἀπροόρατον ἐποίουν· οἷς πολλοὶ διὰ τὴν ἄγνοιαν ἐπιβαίνοντες δήγμασι θανατηφόροις περιέπιπτον.
For indeed, some of the snakes, having a color similar to the ground where they were, made their presence imperceptible; stepping upon them through ignorance, many fell victim to deadly bites.
τέλος δὲ κατὰ τὴν ὁδοιπορίαν πλεῖον ἢ δύο μῆνας κακοπαθήσαντες μόγις διήνυσαν πρὸς τοὺς περὶ Ἀγαθοκλέα καὶ βραχὺ διαχωρίσαντες ἀπʼ ἀλλήλων τὴν δύναμιν κατεστρατοπέδευσαν.
Finally, after suffering hardships during their journey for more than two months, they with difficulty made their way to Agathocles and his men, and having encamped, they kept their forces slightly separated from one another.
§20.42.3εἶθʼ οἱ μὲν Καρχηδόνιοι πυθόμενοι τὴν τούτων παρουσίαν κατεπλάγησαν, ὁρῶντες τηλικαύτην δύναμιν κατʼ αὐτῶν ἥκουσαν·
Then the Carthaginians, learning of their arrival, were struck with terror when they saw so great a force come against them.
ὁ δʼ Ἀγαθοκλῆς ἀπαντήσας τοῖς περὶ τὸν Ὀφέλλαν καὶ φιλοφρόνως ἅπαντα χορηγήσας τούτους μὲν ἠξίου τὴν στρατιὰν ἀναλαμβάνειν ἐκ τῆς κακοπαθείας, αὐτὸς δὲ ἐπιμείνας ἡμέρας ὀλίγας καὶ κατασκεψάμενος ἕκαστα τῶν πραττομένων ἐν τῇ παρεμβολῇ τῶν παρόντων, ἐπεὶ τὸ πλεῖον μέρος τῶν στρατιωτῶν ἐπὶ χορτάσματα καὶ σιτολογίαν ἐξεληλύθει, τὸν δὲ Ὀφέλλαν ἑώρα μηδὲν τῶν ὑφʼ ἑαυτοῦ βεβουλευμένων ὑπονοοῦντα, συνήγαγεν ἐκκλησίαν τῶν ἰδίων στρατιωτῶν, κατηγορήσας δὲ τοῦ παρόντος ἐπὶ τὴν συμμαχίαν ὡς ἐπιβουλεύοντος καὶ παροξύνας τὸ πλῆθος εὐθὺς διεσκευασμένην τὴν δύναμιν ἦγεν ἐπὶ τοὺς Κυρηναίους.
But Agathocles, meeting Ophellas and his men, and cordially supplying them with everything, urged them to let their army recover from its hardships; while he himself, waiting a few days and observing everything that was done in the camp of the newcomers, when the greater part of the soldiers had gone out for forage and grain, and he saw that Ophellas suspected nothing of the plans he was forming, he called an assembly of his own soldiers, accused the man who had come for the alliance of plotting against him, and having incited the multitude, he immediately led his fully prepared force against the Cyrenaeans.
§20.42.4εἶθʼ ὁ μὲν Ὀφέλλας διὰ τὸ παράδοξον καταπλαγεὶς ἐπεχείρησε μὲν ἀμύνασθαι, καταταχούμενος δὲ καὶ τὴν ὑπολελειμμένην δύναμιν οὐκ ἔχων ἀξιόχρεων μαχόμενος ἐτελεύτησεν·
Then Ophellas, stunned by the unexpectedness of the event, attempted to defend himself, but being overwhelmed and not having a sufficient force remaining with him, he died fighting.
§20.42.5ὁ δʼ Ἀγαθοκλῆς συναναγκάσας τὸ λοιπὸν πλῆθος ἀποθέσθαι τὰ ὅπλα καὶ φιλανθρώποις ἐπαγγελίαις παραστησάμενος ἅπαντας κύριος ἐγένετο τῆς δυνάμεως πάσης.
Agathocles, forcing the rest of the multitude to lay down their arms and winning them all over with generous promises, made himself master of the entire army.
Ὀφέλλας μὲν οὖν ἐλπίσας μεγάλα καὶ προχειρότερον αὑτὸν πιστεύσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς.
Thus Ophellas, who had hoped for great things and had trusted himself too rashly, met with such an end to his life.