§20.43.1ἐν δὲ τῇ Καρχηδόνι Βορμίλκας πάλαι διανενοημένος ἐπιθέσθαι τυραννίδι καιρὸν ἐπεζήτει ταῖς ἰδίαις ἐπιβολαῖς οἰκεῖον.
在迦太基,早就企图篡夺统治权的波米尔卡,一直在寻找适合自己计划的契机。
πολλάκις δὲ διδόντος τοῦ καιροῦ τὰς ἀφορμὰς τοῦ πράττειν τὸ βεβουλευμένον ἀεί τις αἰτία μικρὰ παρεμπίπτουσα διεκώλυεν· δεισιδαίμονες γὰρ οἱ μέλλοντες ἐγχειρεῖν ταῖς παρανόμοις καὶ μεγάλαις πράξεσι καὶ τὸ μέλλειν ἀεὶ τοῦ πράττειν καὶ τὴν ὑπέρθεσιν τῆς συντελείας προκρίνουσιν.
然而,尽管机会屡次为实行其阴谋提供契机,但总有一些微小的障碍横生枝节加以阻挠;因为那些企图染指非法而重大勾当的人往往十分迷信,总是更倾向于等待而非行动,并优先选择推迟事情的完成。
ὃ καὶ τότε συνέβαινεν καὶ περὶ ἐκεῖνον·
而当时,他的身上也正发生着同样的事情。
§20.43.2ἐξέπεμψε μὲν γὰρ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν εἰς τὴν ἐπὶ τοὺς Νομάδας στρατείαν, ἵνα μηδένα τῶν ἀξιολόγων ἔχῃ τὸν ἀντιστησόμενον, οὐκ ἐτόλμα δὲ ἀποκαλύψασθαι πρὸς τὴν τυραννίδα, μετακαλούμενος ὑπὸ τῆς εὐλαβείας.
因为他把市民中最显赫的人派往针对努米底亚人的远征,以便使自己身边没有任何有分量的人来反对他,但他又被谨慎所阻,不敢公开暴露其谋取僭主地位的意图。
§20.43.3καθʼ ὃν δὲ καιρὸν Ἀγαθοκλῆς ἐπέθετο τοῖς περὶ τὸν Ὀφέλλαν, ὁρμῆσαι καὶ τοῦτον συνέβη πρὸς τὴν δυναστείαν, ἀγνοούντων ἀμφοτέρων τὰ παρὰ τοῖς πολεμίοις πραττόμενα.
就在阿加托克利斯袭击奥菲拉斯及其部下的同一时期,波米尔卡也恰好开始谋求统治权,而双方都不知道敌方阵营中所发生的事情。
§20.43.4οὔτε γὰρ Ἀγαθοκλῆς ἔγνω τὴν ἐπίθεσιν τῆς τυραννίδος καὶ τὴν ἐν τῇ πόλει ταραχήν, ἐπεὶ ῥᾳδίως ἂν ἐκράτησε τῆς Καρχηδόνος· εἵλετο γὰρ ἂν Βορμίλκας ἐπʼ αὐτοφώρῳ γενόμενος συνεργεῖν Ἀγαθοκλεῖ μᾶλλον ἢ τοῖς πολίταις δοῦναι τὴν ἐκ τοῦ σώματος τιμωρίαν· οὔτε πάλιν οἱ Καρχηδόνιοι τὴν ἐπίθεσιν τὴν Ἀγαθοκλέους ἐπύθοντο· ῥᾳδίως γὰρ ἂν αὐτὸν ἐχειρώσαντο προσλαβόμενοι τὴν μετʼ Ὀφέλλα δύναμιν.
因为阿加托克利斯既不知道篡位的企图,也不知道城内的混乱,否则他本可以轻易夺取迦太基;因为波米尔卡如果当场败露,他宁愿与阿加托克利斯合作,也不愿向市民们接受肉体上的惩罚;反之,迦太基人也不知道阿加托克利斯的袭击,因为他们本可以通过接管跟随奥菲拉斯的军队,轻易地制服他。
§20.43.5ἀλλʼ, οἶμαι, παρʼ ἀμφοτέροις οὐκ ἀλογίστως συνέβη γενέσθαι ταύτην τὴν ἄγνοιαν, καίπερ μεγάλων μὲν οὐσῶν τῶν πράξεων, ἐγγὺς δʼ ἀλλήλων ἐπικεχειρηκότων τοῖς τηλικούτοις τολμήμασιν·
但是,我认为,这种无知在双方身上发生并非不合常理,尽管他们的行动极其重大,而且是在彼此如此接近的时间里着手进行如此大胆的尝试。
§20.43.6ὅ τε γὰρ Ἀγαθοκλῆς ἄνδρα φίλον μέλλων ἀναιρεῖν πρὸς οὐδὲν ἐπέβαλλε τὴν διάνοιαν τῶν παρὰ τοῖς πολεμίοις συντελουμένων, ὅ τε Βορμίλκας τὴν τῆς πατρίδος ἐλευθερίαν ἀφαιρούμενος οὐδὲν ὅλως ἐπολυπραγμόνει τῶν παρὰ τοῖς ἀντιστρατοπεδεύουσιν, ὡς ἂν ἔχων προκείμενον ἐν τῇ ψυχῇ τὸ μὴ τοὺς πολεμίους ἐπὶ τοῦ παρόντος, ἀλλὰ τοὺς πολίτας καταπολεμῆσαι.
因为阿加托克利斯既然打算除掉一位友好的盟友,就完全没有把心思放在敌人所进行的事务上;而波米尔卡既要剥夺祖国的自由,就根本没有去探听对垒营垒中的事情,因为在他的灵魂中已经定下了目标,眼下不是要打败敌人,而是要征服自己的市民。
§20.43.7ταύτῃ δʼ ἄν τις καὶ τὴν ἱστορίαν καταμέμψαιτο, θεωρῶν ἐπὶ μὲν τοῦ βίου πολλὰς καὶ διαφόρους πράξεις συντελουμένας κατὰ τὸν αὐτὸν καιρόν, τοῖς δʼ ἀναγράφουσιν ἀναγκαῖον ὑπάρχον τὸ μεσολαβεῖν τὴν διήγησιν καὶ τοῖς ἅμα συντελουμένοις μερίζειν τοὺς χρόνους παρὰ φύσιν, ὥστε τὴν μὲν ἀλήθειαν τῶν πεπραγμένων τὸ πάθος ἔχειν, τὴν δʼ ἀναγραφὴν ἐστερημένην τῆς ὁμοίας ἐξουσίας μιμεῖσθαι μὲν τὰ γεγενημένα, πολὺ δὲ λείπεσθαι τῆς ἀληθοῦς διαθέσεως.
在这点上,人们也可能会对历史编纂横加指摘,因为看到在现实生活中,许多不同的事件是在同一时期共同进行的,而对于记录者来说,打断叙述并违背自然地为同时发生的事情分割时间是必不可少的,结果是,行动的真实具有其生动的实感,而记录因被剥夺了同等的自由,虽然在模仿所发生的事情,却远逊于真实的布局。