§20.41.1ὁ δʼ οὖν Ὀφέλλας, ἐπειδὴ πάντʼ αὐτῷ πρὸς τὴν στρατείαν κατεσκεύαστο λαμπρῶς, ἐξώρμησε μετὰ τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ ἑξακοσίους, ἅρματα δὲ ἑκατόν, ἡνιόχους δὲ καὶ παραβάτας πλείους τῶν τριακοσίων.
奥菲拉斯在为远征做好了一切华丽的准备后,便率领军队出发了。 他拥有一万多名步兵、六百名骑兵、一百辆战车以及三百多名御手和车上战士。
ἠκολούθουν δὲ καὶ τῶν ἔξω τάξεως λεγομένων οὐκ ἐλάττους μυρίων· πολλοὶ δὲ τούτων τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην παρασκευὴν ἦγον, ὥστε ἐμφερῆ τὴν στρατιὰν ὑπάρχειν ἀποικίᾳ.
跟随他出征的还有不少于一万名被称为“编制外”的人员;其中许多人携带着妻子儿女及其他装备,以至于这支军队看起来就像一个殖民开拓团。
§20.41.2ὀκτωκαίδεκα μὲν οὖν ἡμέρας ὁδοιπορήσαντες καὶ διελθόντες σταδίους τρισχιλίους κατεσκήνωσαν περὶ Αὐτόμαλα·
他们行军了十八天,行程达三千斯塔德,在奥托马拉附近扎营。
ἐντεῦθεν δὲ πορευομένοις ὑπῆρχεν ὄρος ἐξ ἀμφοτέρων τῶν μερῶν ἀπόκρημνον, ἐν μέσῳ δʼ ἔχον φάραγγα βαθεῖαν, ἐξ ἧς ἀνέτεινε λισσὴ πέτρα πρὸς ὀρθὸν ἀνατείνουσα σκόπελον·
从那里继续前进时,两旁是陡峭的山峰,中间有一条深谷,谷中耸立着一块光滑的岩石,直插陡峭的峰顶。
§20.41.3περὶ δὲ τὴν ῥίζαν αὐτῆς ἄντρον ἦν εὐμέγεθες, κιττῷ καὶ σμίλακι συνηρεφές, ἐν ᾧ μυθεύουσι γεγονέναι βασίλισσαν Λάμιαν τῷ κάλλει διαφέρουσαν· διὰ δὲ τὴν τῆς ψυχῆς ἀγριότητα διατετυπῶσθαί φασι τὴν ὄψιν αὐτῆς τὸν μετὰ ταῦτα χρόνον θηριώδη.
在岩石的基部附近有一个巨大的洞穴,常春藤和菝葜密布其上。 人们传说美貌超群的拉米亚女王曾出生于此;但据说由于她心灵的残暴,此后她的容貌变得像野兽一样。
τῶν γὰρ γινομένων αὐτῇ παίδων ἁπάντων τελευτώντων βαρυθυμοῦσαν ἐπὶ τῷ πάθει καὶ φθονοῦσαν ταῖς τῶν ἄλλων γυναικῶν εὐτεκνίαις κελεύειν ἐκ τῶν ἀγκαλῶν ἐξαρπάζεσθαι τὰ βρέφη καὶ παραχρῆμα ἀποκτέννειν.
因为她所生的孩子全都夭折了,她因这一不幸而悲痛欲绝,并嫉妒其他妇女多子多福,于是下令将婴儿从母亲的怀抱中抢走并立即杀死。
§20.41.4διὸ καὶ καθʼ ἡμᾶς μέχρι τοῦ νῦν βίου παρὰ τοῖς νηπίοις διαμένειν τὴν περὶ τῆς γυναικὸς ταύτης φήμην καὶ φοβερωτάτην αὐτοῖς εἶναι τὴν ταύτης προσηγορίαν.
因此,直到我们现代的生活中,关于这个女人的传说仍在幼儿中流传,她的名字对他们来说是最可怕的。
§20.41.5ὅτε δὲ μεθύσκοιτο, τὴν ἄδειαν διδόναι πᾶσιν ἃ βούλοιντο ποιεῖν ἀπαρατηρήτως.
每当她喝醉时,她就允许所有人不被察觉地做他们想做的任何事。
μὴ πολυπραγμονούσης οὖν αὐτῆς κατʼ ἐκεῖνον τὸν χρόνον τὰ γινόμενα τοὺς κατὰ τὴν χώραν ὑπολαμβάνειν μὴ βλέπειν αὐτήν·
因此,由于她在那个时候不插手发生的事情,该地区的人们便以为她看不见。
καὶ διὰ τοῦτʼ ἐμυθολόγησάν τινες ὡς εἰς ἄρσιχον ἐμβάλοι τοὺς ὀφθαλμούς, τὴν ἐν οἴνῳ συντελουμένην ὀλιγωρίαν εἰς τὸ προειρημένον μέτρον μεταφέροντες, ὡς τούτου παρῃρημένου τὴν ὅρασιν.
正因为如此,有人编造神话说她把眼睛放进了篮子里,把她在酒醉中表现出的疏忽转化为上述的比喻,仿佛这样做夺去了她的视力。
§20.41.6ὅτι δὲ κατὰ τὴν Λιβύην γέγονεν αὕτη καὶ τὸν Εὐριπίδην δείξαι τις ἂν μαρτυροῦντα· λέγει γὰρ
"τίς τοὔνομα τὸ ἐπονείδιστον βροτοῖς οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;
至于她出生在利比亚,人们也可以指出欧里庇得斯为此作证;因为他说: “凡人之中,谁不知道那令人蒙羞的名字——利比亚拉米亚的族类?
"
”