§20.42.1ὁ γʼ οὖν Ὀφέλλας ἀναλαβὼν τὴν δύναμιν προῆγεν διὰ τῆς ἀνύδρου καὶ θηριώδους ἐπιπόνως·
さて、オフェラスは軍勢を率いて、水がなく野獣のいる砂漠を苦難を伴いながら進んでいった。
οὐ μόνον γὰρ ὕδατος ἐσπάνιζεν, ἀλλὰ καὶ τῆς ξηρᾶς τροφῆς ἀπολιπούσης ἐκινδύνευσεν ἅπαν ἀπολέσαι τὸ στρατόπεδον.
というのも、彼は水を欠いていただけでなく、乾いた食糧も底を突いたため、軍勢のすべてを失う危険に瀕したからである。
§20.42.2δακέτων δὲ θηρίων παντοίων ἐπεχόντων τὰ περὶ τὰς Σύρτεις ἔρημα καὶ τῶν πλείστων ὀλέθριον ἐχόντων τὸ δῆγμα πολλῇ τῇ συμφορᾷ περιέπιπτον, ἀβοήθητον ἔχοντες τὴν ἐκ τῶν ἰατρῶν καὶ φίλων ἐπικουρίαν.
さらに、あらゆる種類の噛みつく野獣がシルト周辺の砂漠を占拠しており、その大部分が致命的な毒を持っていたため、彼らは医師や友人たちからの援助も虚しく、大きな災難に見舞われた。
καὶ γὰρ ἔνιοι τῶν ὄφεων ὁμοίαν ἔχοντες τὴν χρόαν τῇ κατʼ αὐτοὺς οὔσῃ χώρᾳ τὴν ἰδίαν φύσιν ἀπροόρατον ἐποίουν·
というのも、蛇の一部は周囲の土地と同色の体色をしていたため、その姿を事前に見分けることが困難であったからである。
οἷς πολλοὶ διὰ τὴν ἄγνοιαν ἐπιβαίνοντες δήγμασι θανατηφόροις περιέπιπτον.
多くの者が気づかずにこれらを踏みつけてしまい、致命的な噛み傷を負うことになった。
τέλος δὲ κατὰ τὴν ὁδοιπορίαν πλεῖον ἢ δύο μῆνας κακοπαθήσαντες μόγις διήνυσαν πρὸς τοὺς περὶ Ἀγαθοκλέα καὶ βραχὺ διαχωρίσαντες ἀπʼ ἀλλήλων τὴν δύναμιν κατεστρατοπέδευσαν.
そしてついに、行軍中に二ヶ月以上も苦難に耐え抜いた末、彼らはようやくアガトクレスたちのもとにたどり着き、軍勢を互いに少し離した位置に宿営させた。
§20.42.3εἶθʼ οἱ μὲν Καρχηδόνιοι πυθόμενοι τὴν τούτων παρουσίαν κατεπλάγησαν, ὁρῶντες τηλικαύτην δύναμιν κατʼ αὐτῶν ἥκουσαν·
その後、カルタゴ人たちは彼らの到来を知ると、自分たちに対してこれほど強大な軍勢がやってきたのを見て驚愕した。
ὁ δʼ Ἀγαθοκλῆς ἀπαντήσας τοῖς περὶ τὸν Ὀφέλλαν καὶ φιλοφρόνως ἅπαντα χορηγήσας τούτους μὲν ἠξίου τὴν στρατιὰν ἀναλαμβάνειν ἐκ τῆς κακοπαθείας, αὐτὸς δὲ ἐπιμείνας ἡμέρας ὀλίγας καὶ κατασκεψάμενος ἕκαστα τῶν πραττομένων ἐν τῇ παρεμβολῇ τῶν παρόντων, ἐπεὶ τὸ πλεῖον μέρος τῶν στρατιωτῶν ἐπὶ χορτάσματα καὶ σιτολογίαν ἐξεληλύθει, τὸν δὲ Ὀφέλλαν ἑώρα μηδὲν τῶν ὑφʼ ἑαυτοῦ βεβουλευμένων ὑπονοοῦντα, συνήγαγεν ἐκκλησίαν τῶν ἰδίων στρατιωτῶν, κατηγορήσας δὲ τοῦ παρόντος ἐπὶ τὴν συμμαχίαν ὡς ἐπιβουλεύοντος καὶ παροξύνας τὸ πλῆθος εὐθὺς διεσκευασμένην τὴν δύναμιν ἦγεν ἐπὶ τοὺς Κυρηναίους.
一方、アガトクレスはオフェラスたちを迎え、親切にすべての必需品を供給して、彼らには軍勢をこれまでの苦難から回復させるよう促した。 彼は自ら数日間様子を見ながら、到着した者たちの陣営で行われていることのすべてを観察した。 兵士たちの大部分が飼料の採取や食糧調達のために出払っており、オフェラス自身がアガトクレスの企てていることを何一つ疑っていないのを見ると、自身の兵士たちの集会を召集し、同盟のためにやってきた男が陰謀を企てていると非難して兵士たちを煽り立て、直ちに戦闘準備を整えた軍勢を率いてキュレネ人たちに攻めかかった。
§20.42.4εἶθʼ ὁ μὲν Ὀφέλλας διὰ τὸ παράδοξον καταπλαγεὶς ἐπεχείρησε μὲν ἀμύνασθαι, καταταχούμενος δὲ καὶ τὴν ὑπολελειμμένην δύναμιν οὐκ ἔχων ἀξιόχρεων μαχόμενος ἐτελεύτησεν·
その後、オフェラスは予期せぬ事態に驚愕し、防戦を試みたものの、機先を制され、手元に残された軍勢も十分な規模ではなかったため、戦いの中で命を落とした。
§20.42.5ὁ δʼ Ἀγαθοκλῆς συναναγκάσας τὸ λοιπὸν πλῆθος ἀποθέσθαι τὰ ὅπλα καὶ φιλανθρώποις ἐπαγγελίαις παραστησάμενος ἅπαντας κύριος ἐγένετο τῆς δυνάμεως πάσης.
一方、アガトクレスは残された兵士たちに武器を置くことを余儀なくさせ、寛大な約束によって彼ら全員を帰順させることで、その軍勢のすべてを掌握した。
Ὀφέλλας μὲν οὖν ἐλπίσας μεγάλα καὶ προχειρότερον αὑτὸν πιστεύσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς.
こうして、大いなる希望を抱き、あまりにも不用意に身を委ねてしまったオフェラスは、このような生涯の破滅を迎えることとなった。