§20.41.1ὁ δʼ οὖν Ὀφέλλας, ἐπειδὴ πάντʼ αὐτῷ πρὸς τὴν στρατείαν κατεσκεύαστο λαμπρῶς, ἐξώρμησε μετὰ τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ ἑξακοσίους, ἅρματα δὲ ἑκατόν, ἡνιόχους δὲ καὶ παραβάτας πλείους τῶν τριακοσίων.
さて、オフェラスは、遠征のためのすべてが華々しく整えられたので、軍勢を率いて出発した。 歩兵は一万人以上、騎兵は六百人、戦車は百台、御者と戦車兵は三百人以上であった。
ἠκολούθουν δὲ καὶ τῶν ἔξω τάξεως λεγομένων οὐκ ἐλάττους μυρίων·
また「列外の者」と呼ばれる非戦闘員たちも一万人を下回らない数が従っていた。
πολλοὶ δὲ τούτων τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην παρασκευὴν ἦγον, ὥστε ἐμφερῆ τὴν στρατιὰν ὑπάρχειν ἀποικίᾳ.
彼らの多くは子供や妻、その他の荷物を伴っていたので、その軍勢は入植団に酷似していた。
§20.41.2ὀκτωκαίδεκα μὲν οὖν ἡμέρας ὁδοιπορήσαντες καὶ διελθόντες σταδίους τρισχιλίους κατεσκήνωσαν περὶ Αὐτόμαλα·
こうして彼らは十八日間行軍し、三千スタディオンを進んで、アウトマラの周辺に宿営した。
ἐντεῦθεν δὲ πορευομένοις ὑπῆρχεν ὄρος ἐξ ἀμφοτέρων τῶν μερῶν ἀπόκρημνον, ἐν μέσῳ δʼ ἔχον φάραγγα βαθεῖαν, ἐξ ἧς ἀνέτεινε λισσὴ πέτρα πρὸς ὀρθὸν ἀνατείνουσα σκόπελον·
そこから進んでいく者たちにとって、両側が険しく切り立った山があり、その中央には深い渓谷があり、そこから滑らかな岩が垂直の峰に向かってそびえ立っていた。
§20.41.3περὶ δὲ τὴν ῥίζαν αὐτῆς ἄντρον ἦν εὐμέγεθες, κιττῷ καὶ σμίλακι συνηρεφές, ἐν ᾧ μυθεύουσι γεγονέναι βασίλισσαν Λάμιαν τῷ κάλλει διαφέρουσαν·
その麓には、キヅタやサルトリイバラで鬱蒼と覆われた巨大な洞窟があった。 その中に、美しさで際立った女王ラミアが生まれたと人々は語り伝えている。
διὰ δὲ τὴν τῆς ψυχῆς ἀγριότητα διατετυπῶσθαί φασι τὴν ὄψιν αὐτῆς τὸν μετὰ ταῦτα χρόνον θηριώδη.
しかし、その魂の残虐さのために、のちに彼女の容貌は獣のようになったと人々は言う。
τῶν γὰρ γινομένων αὐτῇ παίδων ἁπάντων τελευτώντων βαρυθυμοῦσαν ἐπὶ τῷ πάθει καὶ φθονοῦσαν ταῖς τῶν ἄλλων γυναικῶν εὐτεκνίαις κελεύειν ἐκ τῶν ἀγκαλῶν ἐξαρπάζεσθαι τὰ βρέφη καὶ παραχρῆμα ἀποκτέννειν.
生まれた子供たちが皆死んでしまったため、彼女はその不幸に深く落胆し、他の女たちが子宝に恵まれていることを妬んで、その腕から赤ん坊を奪い去り、ただちに殺すよう命じたからである。
§20.41.4διὸ καὶ καθʼ ἡμᾶς μέχρι τοῦ νῦν βίου παρὰ τοῖς νηπίοις διαμένειν τὴν περὶ τῆς γυναικὸς ταύτης φήμην καὶ φοβερωτάτην αὐτοῖς εἶναι τὴν ταύτης προσηγορίαν.
それゆえ、現代の私たちの生活に至るまで、幼子たちの間ではこの女に関する噂が残り続け、彼女の名前は彼らにとって最も恐ろしいものとなっている。
§20.41.5ὅτε δὲ μεθύσκοιτο, τὴν ἄδειαν διδόναι πᾶσιν ἃ βούλοιντο ποιεῖν ἀπαρατηρήτως.
彼女が酔っ払っているときには、誰もが見咎められることなく望むことを行う自由を与えていた。
μὴ πολυπραγμονούσης οὖν αὐτῆς κατʼ ἐκεῖνον τὸν χρόνον τὰ γινόμενα τοὺς κατὰ τὴν χώραν ὑπολαμβάνειν μὴ βλέπειν αὐτήν·
それゆえ、彼女がその間、なされていることに干渉しないので、その地方の人々は彼女が何も見ていないのだと考えた。
καὶ διὰ τοῦτʼ ἐμυθολόγησάν τινες ὡς εἰς ἄρσιχον ἐμβάλοι τοὺς ὀφθαλμούς, τὴν ἐν οἴνῳ συντελουμένην ὀλιγωρίαν εἰς τὸ προειρημένον μέτρον μεταφέροντες, ὡς τούτου παρῃρημένου τὴν ὅρασιν.
そしてこのために、彼女が籠の中に両目を入れたのだと語り伝える者たちもいた。 彼らは、酒の中で生じる怠慢を、視力が奪われたかのように、前述の比喩に移し替えたのである。
§20.41.6ὅτι δὲ κατὰ τὴν Λιβύην γέγονεν αὕτη καὶ τὸν Εὐριπίδην δείξαι τις ἂν μαρτυροῦντα·
彼女がリビアに生まれたということは、エウリピデスをも証人として示すことができるだろう。
λέγει γὰρ
"τίς τοὔνομα τὸ ἐπονείδιστον βροτοῖς οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;
なぜなら彼はこう言っているからである。 「人間のうちで、リビアのラミアの家系という恥ずべき名を知らぬ者がいるだろうか。
"
」