Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.40.1-20.40.7

阿加托克利斯与奥菲拉斯结盟

第 228 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯派使者前往基rene与奥菲拉斯商讨结盟对抗迦太基,奥菲拉斯欣然允诺,并招募了许多雅典人和其他希腊人加入远征。

§20.40.1ἀπὸ δὲ τῆς μάχης ταύτης γενόμενος καὶ πάντα τῇ διανοίᾳ σκοπούμενος πρὸς τὸ λαβεῖν τοὺς Καρχηδονίους ὑποχειρίους ἐξέπεμψε πρεσβευτὴν Ὄρθωνα τὸν Συρακόσιον πρὸς Ὀφέλλαν εἰς Κυρήνην.
在这场战斗结束后,阿加托克利斯在心中反复盘算着如何将迦太基人置于自己的控制之下,于是派叙拉古人奥尔通作为使者前往基rene会见奥菲拉斯。
οὗτος δʼ ἦν μὲν τῶν φίλων τῶν συνεστρατευμένων Ἀλεξάνδρῳ, κυριεύων δὲ τῶν περὶ Κυρήνην πόλεων καὶ δυνάμεως ἁδρᾶς περιεβάλετο ταῖς ἐλπίσι μείζονα δυναστείαν.
此人曾是与亚历山大一同出征的朋友之一,统治着基rene周围的城市和一支强大的军队,并在其希望中抱有建立更庞大统治的想法。
§20.40.2τοιαύτην οὖν αὐτοῦ διάνοιαν ἔχοντος ἧκεν ὁ παρʼ Ἀγαθοκλέους πρεσβευτής, ἀξιῶν συγκαταπολεμῆσαι Καρχηδονίους· ἀντὶ δὲ ταύτης τῆς χρείας ἐπηγγέλλετο τὸν Ἀγαθοκλέα συγχωρήσειν αὐτῷ τῶν ἐν Λιβύῃ πραγμάτων κυριεύειν.
在他抱有如此想法之时,阿加托克利斯的使者抵达了,请求他共同对抗迦太基人;而作为这一协助的回报,使者承诺阿加托克利斯将允许他统治利比亚的事务。
§20.40.3εἶναι γὰρ ἱκανὴν αὐτῷ τὴν Σικελίαν, ἵνʼ ἐξῇ τῶν ἀπὸ τῆς Καρχηδόνος κινδύνων ἀπαλλαχθέντα μετʼ ἀδείας κρατεῖν ἁπάσης τῆς νήσου· παρακεῖσθαι δὲ καὶ τὴν Ἰταλίαν αὐτῷ πρὸς ἐπαύξησιν τῆς ἀρχῆς, ἐὰν κρίνῃ μειζόνων ὀρέγεσθαι.
因为使者声称,对阿加托克利斯而言西西里已足够,这样他便能在免除来自迦太基的危险后,毫无忧虑地统治整个岛屿;而且如果他决定追求更大的目标,意大利也近在咫尺,可用于扩张其统治。
§20.40.4τὴν μὲν γὰρ Λιβύην διεζευγμένην μεγάλῳ καὶ χαλεπῷ πελάγει μηδαμῶς ἁρμόζειν αὐτῷ, εἰς ἣν καὶ νῦν οὐ κατʼ ἐπιθυμίαν, ἀλλὰ κατʼ ἀνάγκην ἀφῖχθαι.
因为利比亚被广阔而险恶的大海隔开,绝不适合他,即使是现在,他来到这里也并非出于自愿,而是迫于无奈。
§20.40.5ὁ δὲ Ὀφέλλας τῇ πάλαι βεβουλευμένῃ κρίσει προστεθείσης τῆς γενομένης ἐλπίδος ἀσμένως ὑπήκουσε καὶ πρὸς μὲν Ἀθηναίους περὶ συμμαχίας διεπέμπετο, γεγαμηκὼς Εὐθυδίκην τὴν Μιλτιάδου θυγατέρα τοῦ τὴν προσηγορίαν φέροντος εἰς τὸν στρατηγήσαντα τῶν ἐν Μαραθῶνι νικησάντων.
奥菲拉斯在早已深思熟虑的决定中加上了新产生的希望,便欣然接受了提议,并向雅典人派出使者商讨结盟事宜。 因为他娶了米尔提亚德斯的女儿欧提狄刻为妻,而这位米尔提亚德斯的名字,继承自那位曾在马拉松战役中指挥获胜者的将军。
§20.40.6διὰ δὴ ταύτην τὴν ἐπιγαμίαν καὶ τὴν ἄλλην σπουδήν, ἣν ὑπῆρχεν ἀποδεδειγμένος εἰς τὴν πόλιν, καὶ πολλοὶ τῶν Ἀθηναίων προθύμως ὑπήκουσαν εἰς τὴν στρατείαν.
正是由于这桩联姻以及他对雅典城所表现出的其他热忱,许多雅典人也积极响应了这次远征。
οὐκ ὀλίγοι δὲ καὶ τῶν ἄλλων Ἑλλήνων ἔσπευδον κοινωνῆσαι τῆς ἐπιβολῆς, ἐλπίζοντες τήν τε κρατίστην τῆς Λιβύης κατακληρουχήσειν καὶ τὸν ἐν Καρχηδόνι διαρπάσειν πλοῦτον.
不少其他希腊人也急于参与这一计划,期望能够分得利比亚最肥沃的土地,并瓜分迦太基的财富。
§20.40.7τὰ μὲν γὰρ κατὰ τὴν Ἑλλάδα διὰ τοὺς συνεχεῖς πολέμους καὶ τὰς τῶν δυναστῶν πρὸς ἀλλήλους φιλοτιμίας ἀσθενῆ καὶ ταπεινὰ καθειστήκει· ὥσθʼ ὑπελάμβανον μὴ μόνον ἐγκρατεῖς ἔσεσθαι πολλῶν ἀγαθῶν, ἀλλὰ καὶ τῶν παρόντων κακῶν ἀπαλλαγήσεσθαι.
因为希腊本土的局势由于接连不断的战争以及统治者们彼此之间的争权夺利,已经变得虚弱而卑微;因此他们认为,自己不仅能够获得许多财富,还能摆脱眼前的苦难。

词汇与语法注释

  1. §20.40.1ἀπὸ δὲ τῆς μάχης ταύτης γενόμενος — 介词 ἀπό 与动词 γίγ组合在此表示从战斗这一事件中在时间和情境上的脱离,意为“在这场战斗结束后”或“脱离这场战斗”。它表明特定事态的告一段落,而不仅是物理空间上的移动。
  2. §20.40.2ἐπηγγέλλετο τὸν Ἀγαθοκλέα συγχωρήσειν — 动词 ἐπηγγέλλετο(承诺)的主语是紧接在前的使者(ὁ... πρεσβευτής)。在随后的不定式从句中,тὸν Ἀγαθοκλέα 用作将来时不定式 συγχωρήσειν 的主格对格,表示使者代表其主人承诺“阿加托克利斯将会允许”。
  3. §20.40.3εἶναι γὰρ ἱκανὴν αὐτῷ τὴν Σικελίαν — 以 εἶναι 开头、后接 παρακεῖσθαι, ἁρμόζειν 和 ἀφῖχθαι (§20.40.4) 的一系列不定式,构成了传达使者陈述内容转述的间接引语(oratio obliqua)结构。它们受到前文动词 ἐπηγγέλλετο 所隐指的说话动词支配,用以说明使者向对方提出的理由和解释。
  4. §20.40.5τοῦ τὴν προσηγορίαν φέροντος εἰς τὸν στρατηγήσαντα τῶν ἐν Μαραθῶνι νικησάντων — 属格冠词 τοῦ 引导一个分词修饰短语,修饰前文的 Μιλτιάδου。短语 φέρειν τὴν προσηγορίαν εἰς... 意为“继承自……的名字”或“以……命名”。在此语境下,它表明奥菲拉斯的岳父米尔提亚德斯(雅典同名名门的成员)的名字,继承自那位在马拉松战役中指挥获胜者的著名将军米尔提亚德斯。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.40.1-20.40.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.40.1-20.40.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。