Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.22.1-20.22.6

博斯普鲁斯王位继承战与萨蒂罗斯的胜利

第 210 段,共 301 段 · 希腊语

内容简介

帕里萨德斯死后,其子嗣在辛梅里安博斯普鲁斯爆发了王位继承战争,长子萨蒂罗斯率军迎击与邻近蛮族结盟的弟弟欧墨洛斯。经过一场激战,萨蒂罗斯击败了与欧墨洛斯结盟的锡拉基人国王并击溃敌方全军,展现出继承王位的卓越器量。

§20.22.1περὶ γὰρ τοὺς αὐτοὺς καιροὺς ἐν τῷ Πόντῳ μετὰ τὴν Παρυσάδου τελευτήν, ὃς ἦν βασιλεὺς τοῦ Κιμμερικοῦ Βοσπόρου, διετέλουν οἱ παῖδες αὐτοῦ διαπολεμοῦντες πρὸς ἀλλήλους ὑπὲρ τῆς ἡγεμονίας, Εὔμηλός τε καὶ Σάτυρος καὶ Πρύτανις.
大约在同一时期,在蓬托斯地方,辛梅里安博斯普鲁斯的国王帕里萨德斯去世后,他的儿子们——欧墨洛斯、萨蒂罗斯和普里塔尼斯,为了争夺最高统治权而持续相互征战。
§20.22.2τούτων δὲ ὁ μὲν Σάτυρος ὢν πρεσβύτερος παρὰ τοῦ πατρὸς παρειλήφει τὴν ἀρχήν, βεβασιλευκότος ἔτη τριάκοντα ὀκτώ· ὁ δʼ Εὔμηλος φιλίαν συντεθειμένος πρός τινας τῶν πλησιοχώρων βαρβάρων καὶ δύναμιν ἁδρὰν ἠθροικὼς ἠμφισβήτει τῆς βασιλείας.
在这些人中,萨蒂罗斯作为长子,在父亲统治了三十八年之后继承了王位;而欧墨洛斯则与邻近的部分蛮族结盟,集结了一支强大的军队,对王位提出异议。
§20.22.3ἃ δὴ πυθόμενος ὁ Σάτυρος ἀνέζευξεν ἐπʼ αὐτὸν μετὰ δυνάμεως ἁδρᾶς καὶ διαβὰς τὸν Θάτην ποταμόν, ἐπειδὴ πλησίον ἐγένετο τῶν πολεμίων, τὴν μὲν παρεμβολὴν ταῖς ἁμάξαις περιλαβὼν αἷς ἦν κεκομικὼς τὰς ἀγορὰς οὔσας παμπληθεῖς, τὴν δὲ δύναμιν ἐκτάξας αὐτὸς κατὰ μέσην ὑπῆρχε τὴν φάλαγγα, καθάπερ ἐστὶ Σκύθαις νόμιμον.
萨蒂罗斯得知此事后,率领大军向他进发,并渡过了塔蒂斯河。 当他逼近敌人时,用运送大量粮草物资的马车将营地围起来,并将军队排开,自己则按照塞人(斯基泰人)的习俗,坐镇法兰克(战列)的中央。
§20.22.4συνεστρατεύοντο δʼ αὐτῷ μισθοφόροι μὲν Ἕλληνες οὐ πλείους δισχιλίων καὶ Θρᾷκες ἴσοι τούτοις, οἱ δὲ λοιποὶ πάντες ὑπῆρχον σύμμαχοι Σκύθαι, πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ οὐκ ἐλάττους μυρίων.
与他一同出征的包括不超过两千人的希腊雇佣兵,以及与之数量相等的色雷斯人,其余所有人都是同盟的塞人,超过两万人,其中骑兵不少于一万人。
τῷ δʼ Εὐμήλῳ συνεμάχει Ἀριφάρνης ὁ τῶν Σιρακῶν βασιλεύς, ἱππεῖς μὲν ἔχων δισμυρίους, πεζοὺς δὲ δισχιλίους πρὸς τοῖς δισμυρίοις.
而与欧墨洛斯结盟作战的是锡拉基人的国王阿里法尔内斯,他拥有两万骑兵和两万二千步兵。
§20.22.5γενομένης δὲ μάχης ἰσχυρᾶς Σάτυρος μὲν ἔχων περὶ ἑαυτὸν ἐπιλέκτους ἄνδρας ἱππομαχίαν συνεστήσατο πρὸς τοὺς περὶ Ἀριφάρνην ἀνθεστηκότας κατὰ μέσην τὴν τάξιν καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων τέλος ἐκβιασάμενος ἐτρέψατο τὸν βασιλέα τῶν βαρβάρων.
激战爆发后,萨蒂罗斯身边带着精锐部队,与在战线中央对抗他们的阿里法尔内斯麾下的部队展开了骑兵战。 尽管双方都有许多人战死,但他最终强行突破,击败并使蛮族国王败逃。
§20.22.6καὶ τὸ μὲν πρῶτον ἐπέκειτο φονεύων τοὺς ἀεὶ καταλαμβανομένους· μετʼ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν Εὔμηλον προτερεῖν περὶ τὸ δεξιὸν κέρας καὶ τοὺς παρʼ αὐτῷ μισθοφόρους τετράφθαι τοῦ μὲν διώκειν ἀπέστη, παραβοηθήσας δὲ τοῖς ἡττημένοις καὶ τὸ δεύτερον αἴτιος γενόμενος τῆς νίκης ἅπαν ἐτρέψατο τῶν πολεμίων τὸ στρατόπεδον, ὥστε πᾶσι γενέσθαι φανερὸν ὅτι καὶ κατὰ γένος καὶ κατʼ ἀρετὴν προσῆκον ἦν αὐτῷ διαδέχεσθαι τὴν πατρῴαν βασιλείαν.
起初,他继续追击并斩杀源源不断被追上的敌人;但不久后,他得知弟弟欧墨洛斯在右翼占了上风,自己这方的雇佣兵已被击溃,于是他放弃了追击,转而前去救援那些战败的人,并再次成为胜利的缔造者,击溃了敌人的全军。 因此,所有人均清楚地看到,无论是在血统还是在器量上,由他继承父亲的王位都是理所当然的。

词汇与语法注释

  1. 20.22.1διετέλουν οἱ παῖδες αὐτοῦ διαπολεμοῦντες — 动词 `διατελέω`(继续)与补足分词 `διαπολεμοῦντες`(主格复数)连用的句型,表示主语 `οἱ παῖδες`(他的儿子们)持续进行战争的状态。
  2. 20.22.3ἃ δὴ πυθόμενος — 句首的中性复数关系代词 `ἃ` 作为“连接性关系词(relative connection)”,指代前文所述的“欧墨洛斯与蛮族结盟并争夺王位”这一整件事,作为分词 `πυθόμενος` 的直接宾语。
  3. 20.22.3τὰς ἀγορὰς οὔσας παμπληθεῖς — 阴性复数宾格分词 `οὔσας` 与之性、数、格一致的不是关系代词 `αἷς`(与格),而是关系从句内部的宾语 `τὰς ἀγορὰς`(阴性复数宾格),整体意为“运送来的、数量极其庞大的粮草物资”。
  4. 20.22.6τοῦ μὲν διώκειν ἀπέστη — 动词 `ἀφίσταμαι`(放弃、停止)支配表示分离的属格。此处带冠词的不定式 `τοῦ διώκειν`(从追击中)起到了夺格性属格(分离属格)的作用。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.22.1-20.22.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.22.1-20.22.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。