Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.23.1-20.23.8

萨蒂罗斯围攻要塞与阵亡

第 211 段,共 301 段 · 希腊语

内容简介

战败的阿里法尔内斯和欧墨洛斯逃往险要的王宫,萨蒂罗斯包围该地并开辟森林推进。然而,萨蒂罗斯在战斗中受重伤不治身亡,雇佣军领袖梅尼斯克斯随即解除包围并撤军。

§20.23.1οἱ δὲ περὶ τὸν Ἀριφάρνην καὶ τὸν Εὔμηλον λειφθέντες ἐν τῇ μάχῃ συνέφυγον εἰς τὰ βασίλεια.
在战斗中战败的阿里法尔内斯和欧墨洛斯麾下的士兵逃往王宫。
ταῦτα δʼ ἔκειτο μὲν παρὰ τὸν Θάτην ποταμόν, ὃς περιρρέων αὐτὰ καὶ βάθος ἔχων ἱκανὸν ἐποίει δυσπρόσιτα, περιείχετο δὲ κρημνοῖς μεγάλοις, ἔτι δʼ ὕλης πλήθει, τὰς πάσας εἰς2βολὰς δύο ἔχοντα χειροποιήτους, ὧν ἡ μὲν ἦν ἐν αὐτοῖς τοῖς βασιλείοις, ὠχυρωμένη πύργοις ὑψηλοῖς καὶ προτειχίσμασιν, ἡ δʼ ἐκ θατέρου μέρους ἐν ἕλεσιν ὑπῆρχε, φρουρουμένη ξυλίνοις ἐρύμασι, διεστύλωτο δὲ δοκοῖς, ὑπεράνω δὲ τῶν ὑδάτων εἶχε τὰς οἰκήσεις.
该王宫坐落在塔蒂斯河畔,河流环绕其四周,水深足够,使其难以接近;此外,它被巨大的悬崖和繁茂的森林所包围,总共只有两个人工通道。 其中一个位于王宫内部,有高塔和外墙加固,另一个则在另一侧的湿地中,由木质防御工事防守,用梁柱支撑,并在水面之上建有住宅。
τοιαύτης δʼ οὔσης τῆς περὶ τὸν τόπον ὀχυρότητος τὸ μὲν πρῶτον ὁ Σάτυρος τήν τε χώραν τῶν πολεμίων ἐδῄωσε καὶ τὰς κώμας ἐνεπύρισεν, ἐξ ὧν αἰχμάλωτα σώματα καὶ λείας πλῆθος ἤθροισε.
由于该地的险要程度如此,萨蒂罗斯起初掠夺了敌人的领土并烧毁了村庄,从中搜集了俘虏和大量的战利品。
§20.23.2μετὰ δὲ ταῦτα ἐγχειρήσας διὰ τῶν παρόδων βιάζεσθαι, κατὰ μὲν τὸ προτείχισμα καὶ τοὺς πύργους πολλοὺς ἀποβαλὼν τῶν στρατιωτῶν ἀπεχώρησε, κατὰ δὲ τὰ ἕλη βιασάμενος ἐκράτησε τῶν ξυλίνων φρουρίων.
此后,他试图强行通过这些通道,在外墙和塔楼一侧,他在损失了许多士兵后撤退,但在湿地一侧,他强行突入并占领了木质堡垒。
§20.23.3ταῦτα δὲ διαρπάσας καὶ διαβὰς τὸν ποταμὸν ἤρξατο κόπτειν τὴν ὕλην, διʼ ἧς ἀναγκαῖον ἦν ἐλθεῖν ἐπὶ τὰ βασίλεια.
在掠夺了这些地方并渡过河流后,他开始砍伐森林,因为要到达王宫就必须穿过这片森林。
τούτων δὲ ἐνεργῶς συντελουμένων Ἀριφάρνης ὁ βασιλεὺς ἀγωνιάσας μὴ κατὰ κράτος ἁλῶναι συμβῇ τὴν ἀκρόπολιν, διηγωνίζετο τολμηρότερον, ὡς ἐν μόνῳ τῷ νικᾶν κειμένης τῆς σωτηρίας.
当这些工作正在积极进行时,国王阿里法尔内斯因担心要塞被强攻夺取,坚信只有胜利才是唯一的出路,因而更加勇敢地奋战。
§20.23.4διείλετο δὲ καὶ τοὺς τοξότας ἐπʼ ἀμφότερα τὰ μέρη τῆς παρόδου, διʼ ὧν ῥᾳδίως κατετίτρωσκε τοὺς τὴν ὕλην κόπτοντας, μὴ δυναμένους μήτε προορᾶσθαι τὰ βέλη μήτʼ ἀμύνεσθαι τοὺς βάλλοντας διὰ τὴν πυκνότητα τῶν δένδρων.
他还在通道的两侧布置了弓箭手,通过他们轻易地射伤了正在砍伐森林的人,由于树木茂密,这些人既无法预先看见飞来的箭矢,也无法防御射击他们的人。
§20.23.5οἱ δὲ περὶ τὸν Σάτυρον ἐπὶ τρεῖς μὲν ἡμέρας ἔτεμνον τὴν ὕλην, ὁδοποιούμενοι καὶ διακαρτεροῦντες ἐπιπόνως· τῇ δὲ τετάρτῃ συνήγγισαν μὲν τῷ τείχει, νικώμενοι δὲ τῷ πλήθει τῶν βελῶν καὶ τῇ τῶν τόπων στενοχωρίᾳ μεγάλοις ἐλαττώμασι περιέπιπτον.
萨蒂罗斯麾下的士兵一连三天砍伐森林,艰难地开辟道路并坚持着;但在第四天,他们接近了城墙,却因箭矢众多和地势狭窄而被压制,遭受了巨大的损失。
§20.23.6Μενίσκος μὲν γὰρ ὁ τῶν μισθοφόρων ἡγεμών, ἀνὴρ καὶ συνέσει καὶ τόλμῃ διαφέρων, προσπεσὼν διὰ τῆς διόδου πρὸς τὸ τεῖχος καὶ μετὰ τῶν περὶ ἑαυτὸν λαμπρῶς ἀγωνισάμενος ἐξεβιάσθη, πολλαπλασίων ἐπʼ αὐτὸν ἐπεξελθόντων.
因为雇佣军的领袖梅尼斯克斯是一位在智谋和勇气上都出类拔萃的人,他率军通过通道向城墙发起冲锋,并与身边的人一起英勇战斗,但因有数倍于己的敌人出击对抗他,他被击退了。
§20.23.7ὃν ἰδὼν ὁ Σάτυρος κινδυνεύοντα ταχέως παρεβοήθει καὶ τὴν ἐπιφορὰν τῶν πολεμίων ὑποστὰς ἐτρώθη λόγχῃ διὰ τοῦ βραχίονος καὶ κακῶς ἀπαλλάττων ὑπὸ τοῦ τραύματος ἐπανῆλθεν εἰς τὴν παρεμβολὴν καὶ νυκτὸς ἐπιγενομένης ἐξέλιπε τὸν βίον, ἐννέα μόνον μῆνας βασιλεύσας μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Παρυσάδου.
萨蒂罗斯看到他处于危险之中,迅速前往救援,抵挡住了敌人的猛攻,但他的手臂被长矛刺穿受伤;因伤势严重,他退回营地,当夜幕降临时便去世了,他在父亲帕里萨德斯死后仅统治了九个月。
§20.23.8Μενίσκος δʼ ὁ τῶν μισθοφόρων ἡγεμὼν λύσας τὴν πολιορκίαν ἀπήγαγε τὴν δύναμιν εἰς Γάργαζαν πόλιν κἀκεῖθεν τὸ τοῦ βασιλέως σῶμα διὰ τοῦ ποταμοῦ διεκόμισεν εἰς Παντικάπαιον πρὸς τὸν ἀδελφὸν Πρύτανιν.
雇佣军领袖梅尼斯克斯解除了包围,将军队撤往加尔加扎城,并从那里走水路将国王的遗体运往潘蒂卡派翁,送交其弟弟普里塔尼斯。

词汇与语法注释

  1. 20.23.1ἔχοντα — 中性复数现在分词,修饰前文指代 `τὰ βασίλεια`(王宫)的中性复数主语 `ταῦτα`。它作为主句动词 `περιείχετο` 主语的补充说明(同位语)发挥作用。
  2. 20.23.3ἀγωνιάσας μὴ κατὰ κράτος ἁλῶναι συμβῇ τὴν ἀκρόπολιν — 限定分词 `ἀγωνιάσας`(源自动词 `ἀγωνιάω`,意为“担心/害怕”)引导带 `μή` 和虚拟语气 `συμβῇ`(意为“发生”)的惧怕从句,其后接不定式 `ἁλωναῖ`(源自 `ἁλίσκομαι`,意为“被攻陷”)及副词短语 `κατὰ κράτος`(意为“以武力/强攻”),表示“担心要塞会发生被强攻夺取的事情”。
  3. 20.23.4μὴ δυναμένους — 宾格复数分词 `δυναμένους` 修饰前文的宾格短语 `τοὺς τὴν ὕλην κόπτοντας`(砍伐森林的人),说明由于树木茂密,他们处于无法看见敌人或进行防御的伴随状况或原因。
  4. 20.23.7κακῶς ἀπαλλάττων ὑπὸ τοῦ τραύματος — 带有现在分词 `ἀπαλλάττων` 的短语 `κακῶς ἀπαλλάττω` 是一个惯用表达,意为“(身体健康状况)处于极差的状态/伤势严重”,介词 `ὑπό` 连同属格 `τοῦ τραύματος` 指明了其原因(伤势)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.23.1-20.23.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.23.1-20.23.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。