Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.22.1-20.22.6

ボスフォロス王位継承戦とサテュロスの勝利

210 / 301 箇所 · ギリシア語

要旨

パリュサデス死後のキンメリア・ボスフォロス王国で、息子たちによる王位継承の争いが勃発し、長男サテュロスが近隣部族と結託した弟エウメロスを迎え撃つべく進軍する。サテュロスは激戦の末にエウメロスと同盟するシラケス人の王を破り、全軍を敗走させて王位継承者としての器量を示す。

§20.22.1περὶ γὰρ τοὺς αὐτοὺς καιροὺς ἐν τῷ Πόντῳ μετὰ τὴν Παρυσάδου τελευτήν, ὃς ἦν βασιλεὺς τοῦ Κιμμερικοῦ Βοσπόρου, διετέλουν οἱ παῖδες αὐτοῦ διαπολεμοῦντες πρὸς ἀλλήλους ὑπὲρ τῆς ἡγεμονίας, Εὔμηλός τε καὶ Σάτυρος καὶ Πρύτανις.
ほぼ同じ頃、ポントス地方では、キンメリア・ボスフォロスの王であったパリュサデスの死後、彼の息子たちであるエウメロス、サテュロス、プリュタニスが、覇権を巡って互いに戦い続けていた。
§20.22.2τούτων δὲ ὁ μὲν Σάτυρος ὢν πρεσβύτερος παρὰ τοῦ πατρὸς παρειλήφει τὴν ἀρχήν, βεβασιλευκότος ἔτη τριάκοντα ὀκτώ·
これらの者のうち、サテュロスは年長であったため、父が三十八年間統治した後に王位を引き継いでいた。
ὁ δʼ Εὔμηλος φιλίαν συντεθειμένος πρός τινας τῶν πλησιοχώρων βαρβάρων καὶ δύναμιν ἁδρὰν ἠθροικὼς ἠμφισβήτει τῆς βασιλείας.
しかし一方のエウメロスは、近隣の蛮族の一部と同盟を結び、強力な軍勢を集めて王位を争っていた。
§20.22.3ἃ δὴ πυθόμενος ὁ Σάτυρος ἀνέζευξεν ἐπʼ αὐτὸν μετὰ δυνάμεως ἁδρᾶς καὶ διαβὰς τὸν Θάτην ποταμόν, ἐπειδὴ πλησίον ἐγένετο τῶν πολεμίων, τὴν μὲν παρεμβολὴν ταῖς ἁμάξαις περιλαβὼν αἷς ἦν κεκομικὼς τὰς ἀγορὰς οὔσας παμπληθεῖς, τὴν δὲ δύναμιν ἐκτάξας αὐτὸς κατὰ μέσην ὑπῆρχε τὴν φάλαγγα, καθάπερ ἐστὶ Σκύθαις νόμιμον.
これを知ると、サテュロスは強力な軍勢を率いて彼に向かって進軍し、タテス川を渡って敵の近くに達したとき、非常に数多く運んできた食糧物資の馬車で陣営を囲み、自らは軍勢を整列させてファランクスの中央に位置した。 これはスキタイ人の習慣に従ったものであった。
§20.22.4συνεστρατεύοντο δʼ αὐτῷ μισθοφόροι μὲν Ἕλληνες οὐ πλείους δισχιλίων καὶ Θρᾷκες ἴσοι τούτοις, οἱ δὲ λοιποὶ πάντες ὑπῆρχον σύμμαχοι Σκύθαι, πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ οὐκ ἐλάττους μυρίων.
彼とともに従軍していたのは、二千人以下のギリシア人傭兵と、これと同数のトラキア人であり、残りはすべて二万人を超える同盟のスキタイ人で、騎兵は一万人を下らなかった。
τῷ δʼ Εὐμήλῳ συνεμάχει Ἀριφάρνης ὁ τῶν Σιρακῶν βασιλεύς, ἱππεῖς μὲν ἔχων δισμυρίους, πεζοὺς δὲ δισχιλίους πρὸς τοῖς δισμυρίοις.
一方、エウメロスにはシラケス人の王アリファルネスが同盟しており、二万人の騎兵と、二万人に加えるに二千人の歩兵を擁していた。
§20.22.5γενομένης δὲ μάχης ἰσχυρᾶς Σάτυρος μὲν ἔχων περὶ ἑαυτὸν ἐπιλέκτους ἄνδρας ἱππομαχίαν συνεστήσατο πρὸς τοὺς περὶ Ἀριφάρνην ἀνθεστηκότας κατὰ μέσην τὴν τάξιν καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων τέλος ἐκβιασάμενος ἐτρέψατο τὸν βασιλέα τῶν βαρβάρων.
激しい戦いが起こると、サテュロスは自らの周りに精鋭を従え、戦列の中央で対峙していたアリファルネスの一派に騎馬戦を挑み、双方に多くの戦死者が出たものの、最後には力ずくで突破して蛮族の王を敗走させた。
§20.22.6καὶ τὸ μὲν πρῶτον ἐπέκειτο φονεύων τοὺς ἀεὶ καταλαμβανομένους· μετʼ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν Εὔμηλον προτερεῖν περὶ τὸ δεξιὸν κέρας καὶ τοὺς παρʼ αὐτῷ μισθοφόρους τετράφθαι τοῦ μὲν διώκειν ἀπέστη, παραβοηθήσας δὲ τοῖς ἡττημένοις καὶ τὸ δεύτερον αἴτιος γενόμενος τῆς νίκης ἅπαν ἐτρέψατο τῶν πολεμίων τὸ στρατόπεδον, ὥστε πᾶσι γενέσθαι φανερὸν ὅτι καὶ κατὰ γένος καὶ κατʼ ἀρετὴν προσῆκον ἦν αὐτῷ διαδέχεσθαι τὴν πατρῴαν βασιλείαν.
彼は最初、追いついた者を次々と討ち取りながら追撃していたが、間もなく、弟のエウメロスが右翼で優勢であり、味方の傭兵たちが敗走したことを知ると、追撃をやめ、敗退した者たちの救援に赴いて再び勝利をもたらすことで、敵の全軍を敗走させた。 その結果、血統においても器量においても、父の王位を継承するにふさわしいのは彼であることが、誰の目にも明らかとなった。

語釈・文法注

  1. 20.22.1διετέλουν οἱ παῖδες αὐτοῦ διαπολεμοῦντες — 動詞 `διατελέω`(〜し続ける)に補語分詞 `διαπολεμοῦντες`(主格・複数)が結合する構文。主語 `οἱ παῖδες`(息子たち)が戦争を継続していた状態を表す。
  2. 20.22.3ἃ δὴ πυθόμενος — 文頭の相対代名詞中性複数 `ἃ` は「繋ぎの関係代名詞(relative connection)」であり、前文で述べられた「エウメロスが蛮族と結託して王位を要求したこと」を指す。分詞 `πυθόμενος` の直接目的語。
  3. 20.22.3τὰς ἀγορὰς οὔσας παμπληθεῖς — 分詞 `οὔσας`(女性複数対格)は関係代名詞 `αἷς`(与格)ではなく、関係節内の目的語である `τὰς ἀγορὰς`(女性複数対格)と性・数・格を一致させて修飾している。全体で「運んできた、極めて豊富にある食糧物資」の意。
  4. 20.22.6τοῦ μὲν διώκειν ἀπέστη — 動詞 `ἀφίσταμαι`(退く、やめる)は分離を表す属格を支配する。ここでは定冠詞を伴う不定詞 `τοῦ διώκειν`(追撃することから)が脱格的属格(genitive of separation)として機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.22.1-20.22.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.22.1-20.22.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。