§20.19.1κατὰ δὲ τὴν Μακεδονίαν Κάσανδρος μὲν βοηθήσας Αὐδολέοντι τῷ Παιόνων βασιλεῖ διαπολεμοῦντι πρὸς Αὐταριάτας, τοῦτον μὲν ἐκ τῶν κινδύνων ἐρρύσατο, τοὺς δὲ Αὐταριάτας σὺν τοῖς ἀκολουθοῦσι παισὶ καὶ γυναιξὶν ὄντας εἰς δισμυρίους κατῴκισεν παρὰ τὸ καλούμενον Ὀρβηλὸν ὄρος.
在马其顿,卡萨德罗斯援助了正与奥塔里亚泰人交战的派奥尼亚国王奥多莱翁,将其从危险中救出,并将奥塔里亚泰人——连同随行的妇女儿童在内共约两万人——安置在被称为奥尔贝洛斯山的山旁。
§20.19.2τούτου δὲ περὶ ταῦτʼ ὄντος κατὰ μὲν τὴν Πελοπόννησον Πτολεμαῖος ὁ στρατηγὸς Ἀντιγόνου δυνάμεις πεπιστευμένος καὶ τῷ δυνάστῃ προσκόψας ὡς οὐ κατὰ τὴν ἀξίαν τιμώμενος Ἀντιγόνου μὲν ἀπέστη, πρὸς δὲ Κάσανδρον συμμαχίαν ἐποιήσατο.
就在他忙于这些事务时,在伯罗奔尼撒,曾被安提柯委以军队的将军托勒密,因感到自己未获得符合身分的器重而与这位统治者产生冲突,于是背叛了安提柯,并与卡萨德罗斯结盟。
καταλελοιπὼς δὲ τῆς ἐφʼ Ἑλλησπόντῳ σατραπείας ἐπιστάτην Φοίνικα, ἕνα τῶν πιστοτάτων φίλων, ἀπέστειλεν αὐτῷ στρατιώτας, ἀξιῶν διαφυλάττειν τὰ φρούρια καὶ τὰς πόλεις καὶ μὴ προσέχειν Ἀντιγόνῳ.
由于他先前已留下最忠实的朋友之一菲尼克斯作为赫勒斯滂行省的管理者,便向他派去士兵,要求他守卫要塞和城市,切勿听信安提柯。
§20.19.3τῶν δὲ κοινῶν συνθηκῶν τοῖς ἡγεμόσι περιεχουσῶν ἐλευθέρας ἀφεῖσθαι τὰς Ἑλληνίδας πόλεις, οἱ περὶ Πτολεμαῖον τὸν Αἰγύπτου δυνάστην, ἐγκαλέσαντες Ἀντιγόνῳ διότι φρουραῖς τινας διείληφε τῶν πόλεων, §20.19.4πολεμεῖν παρεσκευάζοντο.
尽管各领袖之间的共同条约规定应当让希腊诸城市保持自由,但埃及统治者托勒密及其随从指责安提柯用守备队占领了其中一些城市,并为此做好了开战准备。
καὶ τὴν μὲν δύναμιν ἐξαποστείλας Πτολεμαῖος καὶ στρατηγὸν Λεωνίδην τὰς ἐν τῇ τραχείᾳ Κιλικίᾳ πόλεις οὔσας ὑπʼ Ἀντίγονον ἐχειρώσατο, διεπέμπετο δὲ καὶ εἰς τὰς ὑπὸ Κάσανδρον καὶ Λυσίμαχον πόλεις, ἀξιῶν συμφρονεῖν ἑαυτῷ καὶ κωλύειν Ἀντίγονον ἰσχυρὸν γίνεσθαι.
托勒密派出了军队和将军列奥尼达斯,征服了位于崎岖的基利家、处于安提柯统治下的城市;他同时还向卡萨德罗斯和利西马科斯统治下的城市派遣使者,要求他们与自己保持一致,阻止安提柯变得强大。
§20.19.5ὁ δʼ Ἀντίγονος τῶν υἱῶν Φίλιππον μὲν τὸν νεώτερον ἐξέπεμψεν ἐφʼ Ἑλλήσποντον, διαπολεμήσοντα Φοίνικι καὶ τοῖς ἀφεστηκόσι, Δημήτριον δʼ ἐπὶ Κιλικίαν, ὃς ἐνεργὸν ποιησάμενος τὴν στρατείαν ἐνίκησε τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ τὰς πόλεις ἀνεκτήσατο.
而安提柯则派他儿子中较年轻的腓力前往赫勒斯滂,去与菲尼克斯及叛乱者决战,并派德米特里前往基利家;德米特里迅速展开军事行动,击败了托勒密的将军们,收复了这些城市。