§20.20.1ἅμα δὲ τούτοις πραττομένοις Πολυπέρχων περὶ Πελοπόννησον διατρίβων καὶ Κασάνδρῳ μὲν ἐγκαλῶν, τῆς δὲ Μακεδόνων ἡγεμονίας πάλαι ὀρεγόμενος ἐκ Περγάμου μετεπέμψατο τὸν ἐκ Βαρσίνης Ἡρακλέα, ὃς ἦν Ἀλεξάνδρου μὲν υἱός, τρεφόμενος δὲ ἐν Περγάμῳ, τὴν δʼ ἡλικίαν περὶ ἑπτακαίδεκα ἔτη γεγονώς.
在这些事情进行的同时,滞留在伯罗奔尼撒的波留佩孔,一方面指责卡萨德罗斯,另一方面因长期觊觎马其顿的霸权,便从帕加马召来了巴耳馨之子赫拉克勒斯;他是亚历山大的儿子,在帕加马抚养长大,年龄已达十七岁左右。
§20.20.2ὁ δʼ οὖν Πολυπέρχων διαπέμπων πολλαχοῦ πρὸς τοὺς ἰδιοξένους καὶ τοὺς ἀλλοτρίως διακειμένους πρὸς Κάσανδρον ἠξίου κατάγειν τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν.
于是,波留佩孔向许多地方的私交好友以及对卡萨德罗斯怀有敌意的人们派遣使者,要求他们协助将这个少年送回并继承其祖先的王位。
§20.20.3ἔγραψε δὲ καὶ πρὸς τὸ κοινὸν τῶν Αἰτωλῶν, ἀξιῶν δίοδόν τε δοῦναι καὶ συστρατεύειν, ἐπαγγελλόμενος πολλαπλασίους χάριτας ἀποδώσειν, ἐὰν συγκατάγωσι τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν.
他还写信给埃托利亚同盟,要求他们提供通道并共同出征,并许诺如果他们协助将这个少年送回并继承祖先的王位,他将予以数倍的报答。
τῶν δὲ πραγμάτων αὐτῷ κατὰ νοῦν γενομένων, προθύμως θʼ ὑπακουόντων τῶν Αἰτωλῶν καὶ πολλῶν ἄλλων συντρεχόντων ἐπὶ τὴν κάθοδον τοῦ βασιλέως οἱ σύμπαντες ἠθροίσθησαν πεζοὶ μὲν ὑπὲρ τοὺς δισμυρίους, ἱππεῖς δʼ οὐκ ἐλάττους χιλίων.
随着事情进展如他所愿,埃托利亚人热情响应,且许多其他人也为了国王的复位而聚集起来,总共集结了二万多名步兵和不少于一千名的骑兵。
§20.20.4καὶ Πολυπέρχων μὲν περὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς γινόμενος χρήματά τε συνῆγε καὶ πρὸς τοὺς οἰκείως ἔχοντας τῶν Μακεδόνων διαπεμπόμενος ἠξίου συνεργεῖν.
波留佩孔在着手准备战争的同时,不仅筹集资金,还向马其顿人中关系亲近者派遣使者,请求他们协助。