§20.18.1ἀναζεύξαντος οὖν αὐτοῦ καὶ πλείους ἡμέρας ὁδοιποροῦντος Καρχηδόνιοι τὴν ἐκ Σικελίας διακομισθεῖσαν δύναμιν καὶ τὴν ἄλλην στρατιὰν προαγαγόντες πάλιν τὸν Τύνητα πολιορκεῖν ἐπεχείρησαν καὶ τῶν χωρίων οὐκ ὀλίγα τῶν ὑπὸ τοὺς πολεμίους ὄντων ἀνεκτήσαντο.
因此,在他出发并进军了几天时,迦太基人率领从西西里运送来的军队以及其他军队,再次企图包围突尼斯,并收复了敌军控制下的不少地方。
Ἀγαθοκλῆς δέ, βιβλιαφόρων αὐτῷ παραγεγενημένων ἀπὸ τοῦ Τύνητος καὶ τὰ πεπραγμένα τοῖς Φοίνιξι διασαφούντων, εὐθὺς ἀνέστρεψεν.
然而,当送信的使者从突尼斯来到阿加托克利斯这里,报告了腓尼基人所做的事情时,他立即返身折回。
§20.18.2ὡς δʼ ἀπέσχε τῶν πολεμίων σταδίους διακοσίους, κατεστρατοπέδευσε καὶ τοῖς στρατιώταις πυρὰ κάειν ἀπηγόρευσεν.
当他距离敌军两百斯塔迪亚时,便安营扎寨,并禁止士兵们燃起篝火。
χρησάμενος δὲ νυκτοπορίᾳ προσέπεσεν ἅμʼ ἡμέρᾳ τοῖς τε προνομεύουσι τὴν χώραν καὶ τοῖς ἐκτὸς τῆς παρεμβολῆς ἄνευ τάξεως πλανωμένοις καὶ φονεύσας μὲν ὑπὲρ δισχιλίους, ζωγρήσας δʼ οὐκ ὀλίγους πολλὰ πρὸς τὸ μέλλον ἐπλεονέκτησεν.
他利用夜间行军,在天亮时袭击了那些正在地方上劫掠的人以及在营外无秩序游荡的人,杀死了两千多人,活捉了许多人,为未来赢得了极大的优势。
§20.18.3οἱ γὰρ Καρχηδόνιοι τῆς ἐκ Σικελίας προσγενομένης βοηθείας καὶ τῶν κατὰ Λιβύην συμμάχων συναγωνιζομένων ἐδόκουν ὑπερέχειν τῶν περὶ τὸν Ἀγαθοκλέα· τούτου δὲ ἐπὶ τοῦ προτερήματος γενομένου πάλιν συνεστάλη τὰ φρονήματα τῶν βαρβάρων.
因为迦太基人由于从西西里到来的援军以及共同作战的利比亚盟友,本显得优于阿加托克利斯一军;但随着这次胜利发生,蛮族人的气焰再次受挫。
καὶ γὰρ Αἰλύμαν τὸν βασιλέα τῶν Λιβύων ἀποστάτην γενόμενον ἐνίκησεν μάχῃ καὶ τόν τε δυνάστην καὶ πολλοὺς τῶν βαρβάρων ἀνεῖλεν.
因为他还击败了叛变的利比亚国王艾吕马斯,杀死了这位统治者和许多蛮族人。
καὶ τὰ μὲν περὶ Σικελίαν καὶ Λιβύην ἐν τούτοις ἦν.
而关于西西里和利比亚的事情,当时便处于这种状况。