§20.12.1προεμβαλόντων γὰρ εἰς αὐτοὺς τῶν ἁρμάτων ἃ μὲν κατηκόντισαν, ἃ δʼ εἴασαν διεκπεσεῖν, τὰ δὲ πλεῖστα συνηνάγκασαν στρέψαι πρὸς τὴν τῶν πεζῶν τάξιν.
当战车向他们冲来时,他们用标枪射倒了一些,放过了一些穿过去,而将大部分强行逼退回步兵的阵列。
§20.12.2παραπλησίως δὲ καὶ τὴν τῶν ἱππέων ἐπιφορὰν ὑποστάντες καὶ πολλοὺς αὐτῶν κατατιτρώσκοντες ἐποίησαν φυγεῖν εἰς τοὐπίσω.
同样,他们也承受住了骑兵的冲击,并刺伤了其中的许多人,迫使他们向后逃跑。
προαγωνιζομένων δʼ αὐτῶν ἐν τούτοις λαμπρῶς ἡ πεζὴ δύναμις τῶν βαρβάρων ἅπασα συνῆψεν εἰς χεῖρας.
当他们在这些战斗中表现英勇时,蛮族的全体步兵部队也加入了白兵战。
§20.12.3γενναίας δὲ μάχης γιγνομένης Ἄννων μὲν ἔχων συναγωνιζόμενον τὸν ἱερὸν λόχον ἐπιλέκτων ἀνδρῶν καὶ σπεύδων ποιῆσαι διʼ αὑτοῦ τὴν νίκην ἐνέκειτο βαρὺς τοῖς Ἕλλησι καὶ συχνοὺς ἀνῄρει.
在激烈的战斗进行时,汉农率领由精选之人组成的圣队协同作战,急于亲手夺取胜利,对希腊人施加了沉重的打击,并杀死了许多人。
φερομένων δʼ ἐπʼ αὐτὸν παντοδαπῶν βελῶν οὐκ εἶκεν, ἀλλὰ καίπερ πολλοῖς τραύμασι περιπίπτων ἐβιάζετο, μέχρις ὅτου καταπονηθεὶς ἐτελεύτησε.
虽然各种投掷武器纷纷向他袭来,他却毫不退缩,尽管身负重伤,依然奋力向前,直到筋疲力尽而死。
§20.12.4τούτου δὲ πεσόντος οἱ μὲν ταύτῃ τεταγμένοι τῶν Καρχηδονίων ἀνετράπησαν ταῖς ψυχαῖς, οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα μετεωρισθέντες πολὺ μᾶλλον ἐπερρώσθησαν.
当他倒下时,部署在那里的迦太基人丧失了斗志,而阿加托克利斯身边的人则精神大振,勇气倍增。
§20.12.5ἃ δὴ πυθόμενός τινων Βορμίλκας, ὁ ἕτερος στρατηγός, καὶ νομίσας παρὰ θεῶν αὐτῷ δεδόσθαι τὸν καιρὸν τοῦ λαβεῖν ἀφορμὰς πρὸς τὴν ἐπίθεσιν τῆς τυραννίδος, διελογίζετο πρὸς αὑτόν, εἰ μὲν ἡ μετὰ Ἀγαθοκλέους διαφθαρείη δύναμις, μὴ δυνήσεσθαι τὴν ἐπίθεσιν ποιήσασθαι τῇ δυναστείᾳ, τῶν πολιτῶν ἰσχυόντων, εἰ δὲ ἐκεῖνος νικήσας τὰ φρονήματα παρέλοιτο τῶν Καρχηδονίων, εὐχειρώτους μὲν ἑαυτῷ τοὺς προηττημένους ἔσεσθαι, τὸν δʼ Ἀγαθοκλέα ῥᾳδίως καταπολεμήσειν, §20.12.6ὅταν αὐτῷ δόξῃ.
另一位将军波米尔卡斯从某些人口中得知了这些情况,认为神明已赐予他夺取僭主权力的契机,便在心中盘算:如果阿加托克利斯麾下的军队被消灭,由于市民力量强大,他将无法篡夺政权;但如果那个人获胜并摧毁了迦太基人的傲气,那么那些战败者将很容易被他控制,而他也能轻易地打败阿加托克利斯,只要他愿意。
ταῦτα δὲ διανοηθεὶς ἀνεχώρησε μετὰ τῶν πρωτοστατῶν, δοὺς τοῖς μὲν πολεμίοις ἄσημον ἔκκλιμα, τοῖς δʼ ἰδίοις δηλώσας τὸν Ἄννωνος θάνατον καὶ παρακελευόμενος ἀναχωρεῖν ἐν τάξει πρὸς τὸν γεώλοφον· §20.12.7τοῦτο γὰρ συμφέρειν.
他这样思考之后,便带着前排的士兵退却,给敌人造成一种原因不明的撤退迹象,而向自己人宣告了汉农的死讯,并命令他们井然有序地向丘陵撤退;因为这样做是有利的。
ἐπικειμένων δὲ τῶν πολεμίων καὶ τῆς ὅλης ὑποχωρήσεως φυγῇ παραπλησίας γινομένης οἱ μὲν συνεχεῖς Λίβυες ἀπὸ κράτους ἡττῆσθαι τοὺς πρωτοστάτας νομίσαντες πρὸς φυγὴν ὥρμησαν, οἱ δὲ τὸν ἱερὸν λόχον ἔχοντες μετὰ τὸν Ἄννωνος τοῦ στρατηγοῦ θάνατον τὸ μὲν πρῶτον ἀντεῖχον εὐρώστως καὶ τοὺς ἐξ αὐτῶν πίπτοντας ὑπερβαίνοντες ὑπέμενον πάντα κίνδυνον, ἐπεὶ δὲ κατενόησαν τὸ πλεῖον μέρος τῆς δυνάμεως πρὸς φυγὴν ὡρμημένον καὶ τοὺς πολεμίους περιισταμένους κατὰ νώτου, συνηναγκάσθησαν ἐκκλῖναι.
但随着敌人步步紧逼,整个撤退变得像逃跑一样,相邻的利比亚人以为前排士兵已被武力击败,便开始逃跑;而组成圣队的士兵在将军汉农死后,起初还顽强抵抗,跨过己方倒下的战友,忍受着一切危险,但当他们察觉到大部分军队已经开始逃跑,且敌人正从后方包抄时,也不得不被迫退却。
§20.12.8διὸ καὶ τροπῆς γενομένης κατὰ πᾶν τὸ τῶν Καρχηδονίων στρατόπεδον οἱ μὲν βάρβαροι τὴν φυγὴν ἐποιοῦντο πρὸς τὴν Καρχηδόνα, Ἀγαθοκλῆς δὲ μέχρι τινὸς ἐπιδιώξας ἐπανῆλθε καὶ τὴν στρατοπεδείαν τῶν Καρχηδονίων διήρπασεν.
因此,当迦太基全军发生溃败时,蛮族人向着迦太基逃跑,而阿加托克利斯在追击了一阵后返回,洗劫了迦太基人的营地。