§20.13.1ἔπεσον δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων εἰς διακοσίους, τῶν δὲ Καρχηδονίων οὐ πλείους χιλίων, ὡς δʼ ἔνιοι γεγράφασιν, ὑπὲρ τοὺς ἑξακισχιλίους.
在此次战斗中,希腊人战死约二百人,而迦太基人战死不超过一千人,但正如某些人所写的那样,超过了六千人。
ἐν δὲ τῇ τῶν Καρχηδονίων παρεμβολῇ σὺν ταῖς ἄλλαις ὠφελείαις εὑρέθησαν ἅμαξαι πλείους, ἐν αἷς ἐκομίζετο ζεύγη χειροπεδῶν πλείω τῶν δισμυρίων·
在迦太基人的营地里,连同其他战利品一起,发现了许多车辆,其中运载着两万多双手铐。
§20.13.2ἐξ ἑτοίμου γὰρ οἱ βάρβαροι κρατήσειν ὑπειληφότες τῶν Ἑλλήνων παρηγγέλκεισαν ἀλλήλοις ζωγρεῖν ὡς πλείστους καὶ δήσαντες εἰς συνεργασίαν ἐμβαλεῖν.
因为蛮族人预先认为他们必能战胜希腊人,所以曾互相嘱咐要尽可能多地活捉敌人,并把他们绑起来投入强制劳动。
§20.13.3ἀλλʼ, οἶμαι, τὸ δαιμόνιον ὥσπερ ἐπίτηδες τοῖς ὑπερηφάνως διαλογιζομένοις τὸ τέλος τῶν κατελπισθέντων εἰς τοὐναντίον μετατίθησιν.
然而,依我之见,神明仿佛是故意一般,对于那些傲慢地算计未来的人,将他们所期盼之事的结局转向完全相反的一面。
Ἀγαθοκλῆς μὲν οὖν Καρχηδονίους παραλόγως νικήσας τειχήρεις συνεῖχεν, ἡ τύχη δὲ ἐναλλὰξ τὰ προτερήματα τοῖς ἐλαττώμασιν ἐπεισαγαγοῦσα τοὺς ὑπερέχοντας ἴσον ἐταπείνωσε τοῖς ἡττωμένοις·
阿加托克利斯在出人意料地击败迦太基人后,将他们围困在城墙之内;而命运则通过在失败之后交替引入胜利,将占优势者贬低到与战败者同等的地位。
§20.13.4ἐν Σικελίᾳ μὲν γὰρ Καρχηδόνιοι μεγάλῃ νενικηκότες παρατάξει Ἀγαθοκλέα τὰς Συρακούσσας ἐπολιόρκουν, ἐν Λιβύῃ δὲ Ἀγαθοκλῆς τηλικαύτῃ μάχῃ προτερήσας εἰς πολιορκίαν ἐνέκλεισε Καρχηδονίους, καὶ τὸ θαυμασιώτατον, ὁ δυνάστης κατὰ μὲν τὴν νῆσον ἀκεραίους ἔχων τὰς δυνάμεις ἐλείπετο τῶν βαρβάρων, ἐπὶ δὲ τῆς ἠπείρου τῷ μέρει τῆς προηττημένης στρατιᾶς περιεγένετο τῶν νενικηκότων.
因为在西西里,迦太基人在一场大会战中大败阿加托克利斯,并包围了叙拉古;而在利比亚,阿加托克利斯在如此重大的战斗中占了上风,将迦太基人困于包围之中。 而最令人惊叹的是,这位统治者在岛上时虽拥有完好无损的军队,却不敌蛮族人,而在大陆上,他却凭借先前战败军队的一部分,战胜了那些曾获胜的人。