Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.10.1-20.10.6

汉诺与波米尔卡拜将及迦太基进军

第 198 段,共 301 段 · 希腊语

内容简介

迦太基长老会罢免了失职的海军指挥官,任命互有世仇的汉诺和波米尔卡为将军,企图利用其互不信任来确保城邦安全,但波米尔卡却将此视为夺取僭主之位的良机。迦太基军队迅速动员庞大的市民兵力,在敌人附近摆开阵势。

§20.10.1ἀναθαρσησάντων οὖν πάντων πάλιν ταῖς ψυχαῖς ἡ γερουσία τοὺς μὲν ναυάρχους ἅπαντας κατεμέμψατο ὅτι θαλαττοκρατοῦντες εἴασαν πολεμίαν δύναμιν ἐπιβῆναι τῆς Λιβύης, στρατηγοὺς δὲ ἀπέδειξαν τῶν δυνάμεων Ἄννωνα καὶ Βορμίλκαν, πατρῴαν ἔχθραν ἔχοντας·
因此,当众人心中重新振作起来时,长老会指责了所有的海军指挥官,因为他们虽控制着海洋,却容许敌军在利比亚登陆;他们任命汉诺和波米尔卡为军队的主帅,这两人彼此怀有父辈传下来的仇怨。
§20.10.2ἡγοῦντο γὰρ διὰ τὴν ἰδίαν τούτοις ἀπιστίαν καὶ διαφορὰν κοινὴν ἔσεσθαι τῆς πόλεως ἀσφάλειαν.
因为他们认为,由于这两人之间的个人不信任与不和,城邦反而会获得共同的安全。
πολὺ δὲ διεσφάλησαν τῆς ἀληθείας.
然而,他们大错特错了。
ὁ γὰρ Βορμίλκας πάλαι μὲν ἦν ἐπιθυμητὴς τυραννίδος, οὐκ ἔχων δʼ ἐξουσίαν οὐδὲ καιρὸν οἰκεῖον ταῖς ἐπιβολαῖς τότε ἔλαβεν ἀφορμὰς ἀξιολόγους, §20.10.3τυχῶν τῆς στρατηγίας.
因为波米尔卡早就渴望获得僭主之位,只是没有权势,也没有适合其企图的时机,而当时他得到了重要的凭借,即获得了将军之职。
αἰτία δὲ μάλιστα τούτων ἡ πρὸς τὰς τιμωρίας πικρία τῶν Καρχηδονίων· τοὺς γὰρ ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐν μὲν τοῖς πολέμοις προάγουσιν ἐπὶ τὰς ἡγεμονίας, νομίζοντες δεῖν αὐτοὺς τῶν ὅλων προκινδυνεύειν· ὅταν δὲ τύχωσι τῆς εἰρήνης, τοὺς αὐτοὺς τούτους συκοφαντοῦσι καὶ κρίσεις ἀδίκους ἐπιφέροντες διὰ τὸν φθόνον τιμωρίαις περιβάλλουσι.
而这些事情的最大原因,在于迦太基人对待惩罚的严酷;因为他们在战争中将最杰出的人物提升到领导地位,认为他们应当为了全体的利益首先身临险境;然而一旦获得和平,他们便对这些同样的人进行诽谤,并出于嫉妒而加之以不公正的审判,使他们陷入惩罚之中。
§20.10.4διὸ καὶ τῶν ἐπὶ τὰς ἡγεμονίας ταττομένων τινὲς μὲν φοβούμενοι τὰς ἐν τῷ δικαστηρίῳ κρίσεις ἀποστάται γίνονται, τινὲς δʼ ἐπιτίθενται τυραννίσιν· ὅπερ καὶ τότε Βορμίλκας ὁ ἕτερος τῶν στρατηγῶν ἐποίησε, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν.
因此,在被委以领导权的人当中,有人因害怕法庭的判决而成为反叛者,有人则企图夺取僭主之位;当时身为两位将军之一的波米尔卡也正是这样做的,关于他我们稍后会进行叙述。
§20.10.5οἱ γʼ οὖν στρατηγοὶ τῶν Καρχηδονίων ὁρῶντες τὸν καιρὸν οὐδαμῶς ἀναβολῆς οἰκεῖον τοὺς μὲν ἀπὸ τῆς χώρας καὶ τῶν συμμαχίδων πόλεων στρατιώτας οὐκ ἀνέμειναν, αὐτοὺς δὲ τοὺς πολιτικοὺς ἐξήγαγον εἰς ὕπαιθρον, ὄντας πεζοὺς μὲν οὐκ ἐλάττους τετρακισμυρίων, ἱππεῖς δὲ χιλίους, ἅρματα δὲ δισχίλια.
无论如何,迦太基的将军们看到时机绝不容许拖延,便没有等待来自乡间和同盟城市的士兵,而是将市民自己带到了野外,其人数不下于四万步兵、一千骑兵和两千辆战车。
§20.10.6καταλαβόμενοι δέ τινα γεώλοφον οὐ μακρὰν τῶν πολεμίων ἐξέταττον τὴν δύναμιν εἰς μάχην· καὶ τοῦ μὲν δεξιοῦ κέρατος Ἄννων εἶχε τὴν ἡγεμονίαν, συναγωνιζομένων αὐτῷ τῶν εἰς τὸν ἱερὸν λόχον συντεταγμένων, τοῦ δʼ εὐωνύμου Βορμίλκας ἡγούμενος βαθεῖαν ἐποίει τὴν φάλαγγα, κωλύοντος τοῦ τόπου παρεκτείνειν ἐπὶ πλεῖον· τὰ δʼ ἅρματα καὶ τοὺς ἱππεῖς πρὸ τῆς φάλαγγος ἔστησαν, διεγνωκότες τούτοις πρῶτον ἐμβαλεῖν καὶ τῶν Ἑλλήνων ἀποπειραθῆναι.
他们占领了离敌人不远的一个山丘,整顿军队准备交战;右翼由汉诺指挥,归入神圣队的士兵与他并肩作战,左翼则由波米尔卡率领,由于地形阻碍了队伍进一步拉长,他加深了方阵的深度;他们将战车和骑兵布置在方阵前面,决定先用这些力量发起冲击,以试探希腊人的实力。

词汇与语法注释

  1. 20.10.1πατρῴαν ἔχθραν ἔχοντας — 形容词 πατρῷος 意为“父亲的、祖传的”。这里指汉诺和波米尔卡的家族世世代代,或者他们的父亲之间存在着敌对关系。
  2. 20.10.2διὰ τὴν ἰδίαν τούτοις ἀπιστίαν καὶ διαφορὰν κοινὴν ἔσεσθαι τῆς πόλεως ἀσφάλειαν — 此句为带对格的不定式结构,作 ἡγοῦντο 的宾语从句。ἔσεσθαι 的主语是 κοινὴν τῆς πόλεως ἀσφάλειαν(城邦共同的安全),而介词短语 διὰ ... ἀπιστίαν καὶ διαφοράν(由于他们个人之间的不信任与不和)表示原因。这反映了长老会的一种考量,即两人的不和能够互相牵制,从而带来国家的安全。
  3. 20.10.3τιμωρίαις περιβάλλουσι — 动词 περιβάλλω(字面意为“围上、穿上”)与表示惩罚或不幸的与格(此处为 τιμωρίαις)连用,构成惯用表达,意为“使陷于、施加”。这里批判了迦太基对待功臣的严酷国风。
  4. 20.10.6κωλύοντος τοῦ τόπου παρεκτείνειν ἐπὶ πλεῖον — 属格绝对结构(独立分词短语),表示原因。分词 κωλύοντος(阻碍)的主语是 τοῦ τόπου(地形/场所),不定式 παρεκτείνειν(拉长阵线)作其宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.10.1-20.10.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.10.1-20.10.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。