Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.9.1-20.9.5

阿加托克勒斯登陆之报与迦太基城内的恐慌

第 197 段,共 301 段 · 希腊语

内容简介

监视港口的迦太基人见敌军深入内陆,其喜悦转为恐惧;而迦太基城内得知阿加托克勒斯登陆的消息后陷入大乱,误以为己方在西西里的军队已全军覆没。

§20.9.1οἱ δʼ ἐφορμοῦντες Καρχηδόνιοι τῷ ναυστάθμῳ τῶν Σικελιωτῶν τὸ μὲν πρῶτον ὁρῶντες καομένας τὰς ναῦς περιχαρεῖς ἦσαν, ὡς διὰ τὸν ἀπʼ αὐτῶν φόβον ἠναγκασμένων τῶν πολεμίων διαφθεῖραι τὰ σκάφη·
那些监视着西西里人停泊地的迦太基人,起初看到船只燃烧,大为高兴,以为敌人是因为对他们的恐惧才被迫自行烧毁船只的。
ὡς δʼ ἴδον εἰς τὴν χώραν προάγουσαν τὴν τῶν ἐναντίων δύναμιν, συλλογιζόμενοι περὶ τῶν ἀποβησομένων συμφορὰν ἰδίαν ἡγοῦντο τὴν τῶν νεῶν ἀπώλειαν.
然而,当他们看到对方的军队向内陆推进时,考虑到将要发生的事,便转而将这些船只的毁灭视为自己的灾难。
διὸ καὶ ταῖς πρῴραις δέρρεις κατεπέτασαν, ὅπερ ἀεὶ ποιεῖν εἰώθασιν, ὅταν τι κακὸν δημοσίᾳ συμβεβηκέναι δόξῃ τῇ Καρχηδονίων πόλει,
因此,他们在船头挂上了皮革遮蔽物,每当迦太基城被认为遭遇了某种公之于众的灾难时,他们总是习惯于这样做。
§20.9.2ἔλαβόν τε καὶ τὰ χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν εἰς τὰς ἰδίας τριήρεις καὶ τοὺς ἀπαγγελοῦντας ὑπὲρ τῶν συμβεβηκότων τἀκριβὲς ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα.
他们还将阿加托克勒斯船只上的青铜装备收归到自己的三列桨战船上,并派人前往迦太基报告所发生事情的准确情况。
πρὶν δὲ τούτους δηλῶσαι τὸ γεγονός, ἀπὸ τῆς χώρας τινὲς αἰσθόμενοι τὸν κατάπλουν τὸν Ἀγαθοκλέους ἀπήγγειλαν κατὰ σπουδὴν τοῖς Καρχηδονίοις.
然而,在这批人向城中说明情况之前,内陆一些察觉到阿加托克勒斯登陆的人,已匆忙向迦太基人报告了此事。
§20.9.3οἱ δʼ ἐκπλαγέντες διὰ τὸ παράδοξον ὑπέλαβον ἀπολωλέναι τὰς ἰδίας δυνάμεις ἐν Σικελίᾳ καὶ τὰς πεζικὰς καὶ τὰς ναυτικάς· οὐ γὰρ ἄν ποτε τὸν Ἀγαθοκλέα μὴ νενικηκότα τολμῆσαι καταλιπεῖν ἐρήμους βοηθείας τὰς Συρακούσσας οὐδʼ ἂν ἐπιβαλέσθαι περαιοῦν δύναμιν θαλασσοκρατούντων τῶν πολεμίων.
迦太基人因这一出乎意料的消息而惊恐万分,以为自己在西西里的陆海军势力均已覆灭;因为他们认为,阿加托克勒斯如果不是已经获胜,绝不敢让叙拉古失去援助,也绝不敢在敌人控制海权的情况下冒险运送军队渡海。
§20.9.4διόπερ θόρυβος καὶ πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν καὶ συνδρομὴ τῶν ὄχλων εἰς τὴν ἀγορὰν ἐγίνετο καὶ βουλὴ τῆς γερουσίας ὅ,τι δέοι πράττειν.
因此,骚动和巨大的混乱笼罩了城市,群众纷纷聚集到广场,长老会也商议着应该做些什么。
στρατόπεδον μὲν γὰρ οὐκ ἦν ἕτοιμον τὸ δυνάμενον ἀντιτάξασθαι, τὸ δὲ πολιτικὸν πλῆθος ἄπειρον ὂν πολέμου προκαταπεπτώκει ταῖς ψυχαῖς, οἱ πολέμιοι δὲ πλησίον εἶναι τῶν τειχῶν προσεδοκῶντο.
因为当时没有一支整装待发、能够上前迎战的军队,而市民大众缺乏战争经验,早已在心理上崩溃,且敌人被认为已经逼近城墙。
§20.9.5ἔνιοι μὲν οὖν ἔφασαν πρεσβευτὰς ὑπὲρ εἰρήνης ἀποστέλλειν πρὸς Ἀγαθοκλέα, τοὺς αὐτοὺς ἅμα καὶ κατασκόπους ἐσομένους τῶν παρὰ τοῖς πολεμίοις, τινὲς δὲ ἀναμεῖναι μέχρι ἂν γνῶσιν ἀκριβῶς ἕκαστον τῶν πεπραγμένων.
于是,有人主张向阿加托克勒斯派遣和平使者,让他们同时充当打探敌方情况的间谍;另一些人则主张等待,直到准确了解所发生的每一件事。
τοιαύτης δὲ συγχύσεως τὴν πόλιν ἐχούσης κατέπλευσαν οἱ πεμφθέντες ὑπὸ τοῦ ναυάρχου καὶ τὰς αἰτίας τῶν πεπραγμένων ἐδήλωσαν.
正当城市处于如此混乱之时,提督派遣的人乘船抵达,并说明了事情的缘由。

词汇与语法注释

  1. 20.9.1ὡς διὰ τὸν ἀπʼ αὐτῶν φόβον ἠναγκασμένων τῶν πολεμίων διαφθεῖραι τὰ σκάφη· — 连词 `ὡς` 引导属格绝对(`ἠναγκασμένων τῶν πολεμίων`)及随后的不定词(`διαφθεῖραι`),表示主观原因(“以为……”)。
  2. 20.9.3οὐ γὰρ ἄν ποτε τὸν Ἀγαθοκλέα μὴ νενικηκότα τολμῆσαι... — 助词 `ἄν` 修饰不定词 `τολμῆσαι` 与 `ἐπιβαλέσθαι`,表示间接引语中与事实相反或潜在条件的结论从句。否定分词 `μὴ νενικηκότα` 起到条件从句的作用(“如果他没有获胜的话”)。
  3. 20.9.4καὶ βουλὴ τῆς γερουσίας ὅ,τι δέοι πράττειν. — 此处省略了系动词(`ἐγίνετο` 或 `ἦν`),意为“召开了关于应该做什么的长老会审议”。间接疑问从句 `ὅ,τι δέοι πράττειν` 中的 `δέοι` 是由于主句时态为过去时(历史过去时)而使用的斜格祈愿式。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.9.1-20.9.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.9.1-20.9.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。