Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.95.1-19.95.7

阿特奈乌斯突袭佩特拉与纳巴泰人的歼击

第 172 段,共 301 段 · 希腊语

内容简介

阿特奈乌斯率军突袭了纳巴泰人在岩石(佩特拉)上的大本营,夺取财物后撤退,但由于他们的疏忽懈怠,中途遭到纳巴泰大军的追击与歼灭。

§19.95.1τὰ μὲν οὖν νόμιμα τῶν Ἀράβων τοιαῦτʼ εἶναι συμβέβηκεν.
因此,阿拉伯人的习俗便是如此。
ὑπογύου δʼ αὐτοῖς οὔσης πανηγύρεως, εἰς ἣν εἰώθασιν οἱ περίοικοι καταντᾶν οἱ μὲν ἀποδωσόμενοι τῶν φορτίων, οἱ δʼ ἀγοράσοντές τι τῶν αὐτοῖς χρησίμων, εἰς ταύτην ἐπορεύθησαν, ἀπολιπόντες ἐπί τινος πέτρας τὰς κτήσεις καὶ τοὺς πρεσβυτάτους, §19.95.2ἔτι δὲ τέκνα καὶ γυναῖκας.
由于他们的一场集会临近,邻近的居民习惯聚集于此,一些人为了卖掉他们的货物,另一些人为了买一些对自己有用的东西,他们便前往那里,在某处岩石上留下了他们的财产和长者,还有妇女和儿童。
τὸ δὲ χωρίον ὑπῆρχεν ὀχυρὸν μὲν καθʼ ὑπερβολήν, ἀτείχιστον δὲ καὶ τῆς οἰκουμένης ἀπέχον δυεῖν ἡμερῶν ὁδόν.
那个地方极其坚固,但没有城墙,且距离有人居住的世界有两天的路程。
οἱ δὲ περὶ τὸν Ἀθήναιον παρατηρήσαντες τοῦτον τὸν καιρὸν ὥρμησαν ἐπὶ τὴν πέτραν εὔζωνον ἔχοντες τὴν δύναμιν· διανύσαντες δʼ ἀπὸ τῆς Ἰδουμαίας ἐπαρχίας ἐν ἡμέραις τρισὶ καὶ νυξὶ ταῖς ἴσαις σταδίους δισχιλίους καὶ διακοσίους ἔλαθον τοὺς Ἄραβας περὶ μέσας νύκτας καταλαβόμενοι τὴν πέτραν.
而阿特奈乌斯及其部属窥伺着这个时机,率领轻装部队向那处岩石进发;他们从以土买省出发,在三日三夜里疾驰了二千二百斯塔德,避开了阿拉伯人的耳目,在半夜时分占领了那处岩石。
§19.95.3εὐθὺς δὲ τῶν ἐγκατειλημμένων οὓς μὲν ἀνῄρουν, οὓς δʼ ἐζώγρουν, ἐνίους δὲ τραυματίας ἀπέλιπον καὶ τοῦ μὲν λιβανωτοῦ καὶ τῆς σμύρνης συνεσκευάσαντο τὸ πλεῖον μέρος, ἀργυρίου δὲ περὶ πεντακόσια τάλαντα.
他们随即将在那里被捕的人,有的杀害,有的生俘,还有一些受伤的人则被留在原处,并且收拾了大部分乳香和没药,以及大约五百塔兰同的银子。
ἐνδιατρίψαντες δʼ οὐ πλείω χρόνον φυλακῆς ἑωθινῆς εὐθὺς ἀνέστρεψαν κατὰ σπουδήν, διαλαμβάνοντες ὑπὸ τῶν βαρβάρων διωχθήσεσθαι.
他们逗留的时间没有超过清晨值班的时间,便立即匆忙往回赶,认为会遭到蛮族的追击。
διατείναντες δὲ σταδίους διακοσίους κατεστρατοπέδευσαν, ὄντες κατάκοποι καὶ ῥᾳθύμως ἔχοντες τὰ περὶ τὰς φυλακάς, ὡς ἂν νομίζοντες μὴ πρότερον δύνασθαι τοὺς πολεμίους ἐλθεῖν δυεῖν ἢ τριῶν ἡμερῶν.
在疾行了两百斯塔德后,他们安下了营寨,此时他们已疲惫不堪,对岗哨也十分松懈,因为他们认为敌人不可能在两三天之内赶到。
§19.95.4οἱ δʼ Ἄραβες πυθόμενοι παρὰ τῶν ἑωρακότων τὸ στρατόπεδον παραχρῆμα ἠθροίσθησαν καὶ τὴν πανήγυριν ἀπολιπόντες ἧκον ἐπὶ τὴν πέτραν· παρὰ δὲ τῶν τραυματιῶν μαθόντες τὰ γεγονότα κατὰ σπουδὴν ἐδίωκον τοὺς Ἕλληνας.
而阿拉伯人从那些亲眼看见敌军的人那里得知消息后,立即集结起来,放弃了集会,赶回那处岩石;从伤员那里得知发生的事情后,他们急忙追击希腊人。
§19.95.5τῶν δὲ περὶ τὸν Ἀθήναιον στρατοπεδευσάντων καταπεφρονηκότως καὶ διὰ τὸν κόπον ἐν ὕπνῳ καθεστώτων ἔλαθόν τινες τῶν αἰχμαλώτων διαδράντες, παρʼ ὧν οἱ Ναβαταῖοι μαθόντες τὰ κατὰ τοὺς πολεμίους ἐπέθεντο τῇ στρατοπεδείᾳ περὶ τρίτην φυλακήν, ὄντες οὐκ ἐλάσσω ὀκτακισχιλίων.
当阿特奈乌斯及其部下轻敌安营、因疲劳而沉睡时,一些俘虏趁机逃脱,纳巴泰人从他们那里得知了敌人的情况,便在第三更天左右袭击了敌军营地,他们的人数不少于八千人。
καὶ τοὺς πλείους μὲν ἐν ταῖς κοίταις ὄντας ἔτι κατέσφαξαν, τοὺς δὲ διεγειρομένους καὶ χωροῦντας εἰς ὅπλα κατηκόντιζον· καὶ πέρας οἱ μὲν πεζοὶ πάντες ἀνῃρέθησαν, τῶν δὲ ἱππέων διεσώθησαν εἰς πεντήκοντα καὶ τούτων οἱ πλείους τραυματίαι.
他们将大多数仍在睡梦中的人屠杀,并将那些惊醒并抓取武器的人用标枪射杀;最终,所有的步兵全军覆没,骑兵中仅有五十人左右得以幸免,而且他们中大多数人还受了伤。
§19.95.6οἱ μὲν οὖν περὶ τὸν Ἀθήναιον ἐν ἀρχῇ κατορθώσαντες ἐξ ὑστέρου διὰ τὴν ἑαυτῶν ἀβουλίαν τοῦτον τὸν τρόπον ἐσφάλησαν· ταῖς γὰρ εὐτυχίαις εἴωθεν ὡς ἐπίπαν ἀκολουθεῖν ῥᾳθυμία καὶ καταφρόνησις.
因此,阿特奈乌斯及其属下虽然起初取得了成功,后来却由于自身的愚蠢而落得如此惨败;因为轻率与懈怠通常会伴随着成功而来。
§19.95.7διόπερ ἔνιοι προσηκόντως ὑπολαμβάνουσιν εὐχερέστερον ὑπάρχειν συμφορὰς ἐνεγκεῖν ἐπιδεξίως ἢ τὰς εὐμεγέθεις εὐημερίας ἐμφρόνως· αἱ μὲν γὰρ διὰ τὸν περὶ τοῦ μέλλοντος φόβον ἐπαναγκάζουσιν ἐπιμελεῖσθαι, αἱ δὲ διὰ τὸ προγεγονὸς εὐτύχημα προτρέπονται καταφρονεῖν πάντων.
因此,有些人合适地认为,得体地忍受不幸要比明智地对待巨大的繁荣更为容易;因为前者因对未来的恐惧而迫使人保持警惕,而后者则因过去的成功而诱使人蔑视一切。

词汇与语法注释

  1. 19.95.1ὑπογύου δʼ αὐτοῖς οὔσης πανηγύρεως — 属格独立结构,由名词 πανηγύρεως(“集会”)和形容词 ὑπογύου(“临近的”)构成。与格 αὐτοῖς 作关系或关切与格(“对他们而言”),在句中表示“由于一场集会临近他们”这一背景。
  2. 19.95.2ἔλαθον τοὺς Ἄραβας ... καταλαβόμενοι τὴν πέτραν — λανθάνω + 宾格 (τοὺς Ἄραβας) + 主格分词 (καταλαβόμενοι) 的经典句型,意为“在对方未察觉的情况下做某事”。主动词 ἔλαθον(不定过去时)与分词连用,表示“他们在阿拉伯人毫无察觉的情况下占领了那处岩石”。
  3. 19.95.3ὡς ἂν νομίζοντες — 连词 ὡς 与语气词 ἄν 连用,后接分词 νομίζοντες。此处 ὡς ἄν + 分词表示主观原因或某种假设性前提,意为“基于他们认为……”这种主观确信。
  4. 19.95.7εὐχερέστερον ὑπάρχειν συμφορὰς ἐνεγκεῖν ἐπιδεξίως ἢ τὰς εὐμεγέθεις εὐημερίας ἐμφρόνως — 不定式短语 (συμφορὰς ἐνεγκεῖν... ἢ...) 作为非人称动词 ὑπάρχειν(此处为宾格不定式)的主语。比较级形容词 εὐχερέστερον(“更容易”)将两个形成对比的“宾语+副词”结构(“得体地忍受不幸”与“明智地[对待]巨大繁荣”)通过 ἢ 进行比较。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.95.1-19.95.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.95.1-19.95.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。