§19.94.1Ἀντίγονος δʼ ἀκινδύνως ἀνακτησάμενος τήν τε Συρίαν πᾶσαν καὶ Φοινίκην ἐπεβάλετο στρατεύειν ἐπὶ τὴν χώραν τῶν Ἀράβων τῶν καλουμένων Ναβαταίων.
安提柯毫无危险地收复了整个叙利亚和腓尼基,随后企图进军被称为纳巴泰人的阿拉伯人的土地。
κρίνας γὰρ τὸ ἔθνος τοῦτο τῶν ἑαυτοῦ πραγμάτων ἀλλότριον εἶναι, προεχειρίσατο τῶν αὑτοῦ φίλων Ἀθήναιον, δοὺς δʼ αὐτῷ πεζοὺς μὲν εὐζώνους τετρακισχιλίους, ἱππεῖς δὲ τοὺς ἐπιτηδείους εἰς δρόμον ἑξακοσίους συνέταξεν ἐπιθέσθαι τοῖς βαρβάροις ἄφνω καὶ τὴν λείαν πᾶσαν ἀποτεμέσθαι.
因为他判定这个民族对他的事业怀有敌意,便从自已的朋友中选拔了阿特奈乌斯,并交给他四千名轻装步兵和六百名适合奔袭的精选骑兵,命令他们突袭蛮族,掠夺其所有的财物。
§19.94.2χρήσιμον δʼ ἐστὶ τῶν ἀγνοούντων ἕνεκα διελθεῖν τὰ νόμιμα τῶν Ἀράβων τούτων, οἷς χρώμενοι δοκοῦσι τὴν ἐλευθερίαν διαφυλάττειν.
为了那些不了解的人,阐述这些阿拉伯人的习俗是有益的,他们正是通过遵守这些习俗来保持自已的自由。
ἔχουσι τοίνυν τὸν βίον ὑπαίθριον, πατρίδα καλοῦντες τὴν ἀοίκητον τὴν μήτε ποταμοὺς ἔχουσαν μήτε κρήνας δαψιλεῖς, ἐξ ὧν δυνατὸν στρατόπεδον πολέμιον ὑδρεύσασθαι.
因此,他们过着露天的生活,将那既没有河流、也没有可供敌军取水的充足水源的荒凉之地称为自已的祖国。
§19.94.3νόμος δʼ ἐστὶν αὐτοῖς μήτε σῖτον σπείρειν μήτε φυτεύειν μηδὲν φυτὸν καρποφόρον μήτε οἴνῳ χρᾶσθαι μήτε οἰκίαν κατασκευάζειν· ὃς δʼ ἂν παρὰ ταῦτα ποιῶν εὑρίσκηται, θάνατον αὐτῷ πρόστιμον εἶναι.
他们有一条律法,既不播种粮食,也不种植任何结果的植物,既不饮酒,也不建造房屋;任何人若被发现违反这些规定,死刑便是对他的惩罚。
§19.94.4χρῶνται δὲ τῷ νόμῳ τούτῳ διαλαμβάνοντες τοὺς ταῦτα κτωμένους ἀναγκασθήσεσθαι ῥᾳδίως ὑπὸ τῶν δυνατῶν ἕνεκα τῆς τούτων χρείας ποιεῖν τὸ προστασσόμενον.
他们遵守这条律法,是因为他们认为拥有这些财物的人,为了使用这些东西,很容易会被有权势的人强迫去服从命令。
τρέφουσι δʼ αὐτῶν οἱ μὲν καμήλους, οἱ δὲ πρόβατα, τὴν ἔρημον ἐπινέμοντες.
他们中有些人饲养骆驼,有些人饲养绵羊,在沙漠中放牧。
οὐκ ὀλίγων δʼ ὄντων Ἀραβικῶν ἐθνῶν τῶν τὴν ἔρημον ἐπινεμόντων οὗτοι πολὺ τῶν ἄλλων προέχουσι ταῖς εὐπορίαις, τὸν ἀριθμὸν ὄντες οὐ πολὺ πλείους τῶν μυρίων·
虽然在沙漠中放牧的阿拉伯部落不在少数,但这些人在富裕程度上远超其他人,而他们的人数也不过一万出头。
§19.94.5εἰώθασι γὰρ αὐτῶν οὐκ ὀλίγοι κατάγειν ἐπὶ θάλασσαν λιβανωτόν τε καὶ σμύρναν καὶ τὰ πολυτελέστατα τῶν ἀρωμάτων, διαδεχόμενοι παρὰ τῶν κομιζόντων ἐκ τῆς Εὐδαίμονος καλουμένης Ἀραβίας.
因为他们中不少人习惯将乳香、没药和最贵重的香料运到海边,这些香料是他们从那些从被称为“幸福阿拉伯”的地方运送过来的人手中接管的。
§19.94.6φιλελεύθεροι δέ εἰσι διαφερόντως καὶ ὅταν πολεμίων δύναμις ἁδρὰ προσίῃ, φεύγουσιν εἰς τὴν ἔρημον, ταύτῃ χρώμενοι ὀχυρώματι· ἄνυδρος γὰρ οὖσα τοῖς μὲν ἄλλοις ἀνεπίβατός ἐστι, τούτοις δὲ κατεσκευακόσιν ἀγγεῖα κατὰ γῆς ὀρυκτὰ κεκονιαμένα μόνοις παρέχεται μὴν ἀσφάλειαν.
他们极其热爱自由,当敌人的大军逼近时,他们就会逃往沙漠,以此作为堡垒;因为这里缺水,对其他人来说是无法进入的,但对他们这些在地下挖好并抹上石灰的储水容器的人来说,唯独这里能提供安全保障。
§19.94.7τῆς γὰρ γῆς οὔσης τῆς μὲν ἀργελλώδους, τῆς δὲ πέτραν ἐχούσης μαλακὴν ὀρύγματα μεγάλα ποιοῦσιν ἐν αὐτῇ, ὧν τὰ μὲν στόμια μικρὰ παντελῶς κατασκευάζουσι, κατὰ βάθους δʼ ἀεὶ μᾶλλον εὐρυχωρῆ ποιοῦντες τὸ τελευταῖον τηλικοῦτʼ ἀποτελοῦσι τὸ μέγεθος ὥστε γίνεσθαι πλευρὰν ἑκάστην πλέθρου.
由于这片土地一部分是黏土质,另一部分含有松软的岩石,他们在其中挖掘出巨大的洞穴,这些洞穴的开口建得极其狭小,但随着深度增加而越来越宽,最后建造成每边长一普勒特隆的尺寸。
§19.94.8ταῦτα δὲ τὰ ἀγγεῖα πληροῦντες ὕδατος ὀμβρίου τὰ στόματʼ ἐμφράττουσι καὶ ποιοῦντες ἰσόπεδον τῇ λοιπῇ χώρᾳ σημεῖα καταλείπουσιν ἑαυτοῖς μὲν γιγνωσκόμενα, τοῖς δʼ ἄλλοις ἀνεπινόητα.
他们将这些容器填满雨水后堵住开口,使其与其余地面平齐,并留下自已可以识别而其他人无法察觉的标记。
§19.94.9ποτίζουσι δὲ καὶ τὴν λείαν διʼ ἡμερῶν τριῶν, ὅπως ἐν ταῖς ἀνυδρίαις καὶ φυγαῖς μὴ προσδέωνται συνεχῶν ὑδάτων.
他们每隔三天也给牲畜饮一次水,以便在缺水和逃亡时不需要持续的水源。
αὐτοὶ δὲ χρῶνται τροφῇ κρέασι καὶ γάλακτι καὶ τῶν ἐκ τῆς γῆς φυομένων τοῖς ἐπιτηδείοις· §19.94.10φύεται γὰρ παρʼ αὐτοῖς τὸ πέπερι καὶ ἀπὸ τῶν δένδρων μέλι πυλὺ τὸ καλούμενον ἄγριον, ᾧ χρῶνται ποτῷ μεθʼ ὕδατος.
他们自已则以肉、奶和土地里生长的适宜食物为食;因为他们那里生长着胡椒,而且树木上产出许多被称为野蜜的物质,他们将其与水混合作为饮料。
ἔστι δὲ καὶ ἄλλα γένη τῶν Ἀράβων, ὧν ἔνια καὶ γεωργεῖ μιγνύμενα τοῖς φορολογουμένοις καὶ μετέχει τῶν αὐτῶν τοῖς Σύροις πλὴν τοῦ πατασκηνοῦν ἐν οἰκίαις.
此外,还有其他阿拉伯部落,其中一些人甚至与纳税者混居并从事农业,除了不在房屋中居住外,他们与叙利亚人享有相同的习俗。