Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.95.1-19.95.7

アテナイオスのペトラ急襲とナバタイ人による壊滅

172 / 301 箇所 · ギリシア語

要旨

アテナイオス率いる部隊はナバタイ人の不意を突いて彼らの本拠地である岩(ペトラ)を急襲し、財宝を奪って撤退するが、途中で油断したところをナバタイ人の大軍に襲撃され、壊滅的な敗北を喫する。

§19.95.1τὰ μὲν οὖν νόμιμα τῶν Ἀράβων τοιαῦτʼ εἶναι συμβέβηκεν.
したがって、アラビア人の慣習はこのようになっているのである。
ὑπογύου δʼ αὐτοῖς οὔσης πανηγύρεως, εἰς ἣν εἰώθασιν οἱ περίοικοι καταντᾶν οἱ μὲν ἀποδωσόμενοι τῶν φορτίων, οἱ δʼ ἀγοράσοντές τι τῶν αὐτοῖς χρησίμων, εἰς ταύτην ἐπορεύθησαν, ἀπολιπόντες ἐπί τινος πέτρας τὰς κτήσεις καὶ τοὺς πρεσβυτάτους, §19.95.2ἔτι δὲ τέκνα καὶ γυναῖκας.
彼らにとって祭礼が間近に迫っており、そこへは近隣の住民が、ある者は自らの積荷を売るため、またある者は自分たちに有用な何かを買うために集まる習慣であったが、彼ら(ナバタイ人)はこの祭礼へと旅立ち、ある岩の上に財産と最長老たちを、さらには子供や妻たちをも残していった。
τὸ δὲ χωρίον ὑπῆρχεν ὀχυρὸν μὲν καθʼ ὑπερβολήν, ἀτείχιστον δὲ καὶ τῆς οἰκουμένης ἀπέχον δυεῖν ἡμερῶν ὁδόν.
その場所は極めて堅固であったが、城壁はなく、人が住む地域から二日の道のり離れていた。
οἱ δὲ περὶ τὸν Ἀθήναιον παρατηρήσαντες τοῦτον τὸν καιρὸν ὥρμησαν ἐπὶ τὴν πέτραν εὔζωνον ἔχοντες τὴν δύναμιν·
アテナイオスとその部下たちは、この好機をうかがって、軍勢を軽装にしてその岩へと急進した。
διανύσαντες δʼ ἀπὸ τῆς Ἰδουμαίας ἐπαρχίας ἐν ἡμέραις τρισὶ καὶ νυξὶ ταῖς ἴσαις σταδίους δισχιλίους καὶ διακοσίους ἔλαθον τοὺς Ἄραβας περὶ μέσας νύκτας καταλαβόμενοι τὴν πέτραν.
彼らはイドゥマイア属州から、三日三晩で二千二百スタディオンの距離を走破し、アラビア人たちに気づかれることなく、真夜中頃にその岩を占領した。
§19.95.3εὐθὺς δὲ τῶν ἐγκατειλημμένων οὓς μὲν ἀνῄρουν, οὓς δʼ ἐζώγρουν, ἐνίους δὲ τραυματίας ἀπέλιπον καὶ τοῦ μὲν λιβανωτοῦ καὶ τῆς σμύρνης συνεσκευάσαντο τὸ πλεῖον μέρος, ἀργυρίου δὲ περὶ πεντακόσια τάλαντα.
そしてすぐに、その場に取り残された者たちのうち、ある者を殺害し、ある者を生け捕りにし、一部の者を負傷したまま放置した。 また、乳香と没薬の大部分をまとめ、銀約五百タラントンを奪った。
ἐνδιατρίψαντες δʼ οὐ πλείω χρόνον φυλακῆς ἑωθινῆς εὐθὺς ἀνέστρεψαν κατὰ σπουδήν, διαλαμβάνοντες ὑπὸ τῶν βαρβάρων διωχθήσεσθαι.
彼らは朝方の見張りの時間よりも長く留まることなく、すぐに急いで引き返した。 蛮族たちに追跡されるであろうと考えたからである。
διατείναντες δὲ σταδίους διακοσίους κατεστρατοπέδευσαν, ὄντες κατάκοποι καὶ ῥᾳθύμως ἔχοντες τὰ περὶ τὰς φυλακάς, ὡς ἂν νομίζοντες μὴ πρότερον δύνασθαι τοὺς πολεμίους ἐλθεῖν δυεῖν ἢ τριῶν ἡμερῶν.
彼らは二百スタディオンの距離を急行して宿営したが、疲労困憊しており、見張りに関しては怠慢であった。 敵は二日か三日たたなければ到着できないだろうと考えていたからである。
§19.95.4οἱ δʼ Ἄραβες πυθόμενοι παρὰ τῶν ἑωρακότων τὸ στρατόπεδον παραχρῆμα ἠθροίσθησαν καὶ τὴν πανήγυριν ἀπολιπόντες ἧκον ἐπὶ τὴν πέτραν·
一方、アラビア人たちはその軍勢を見た人々から急襲を知ると、即座に集結し、祭礼を放棄して岩へと駆けつけた。
παρὰ δὲ τῶν τραυματιῶν μαθόντες τὰ γεγονότα κατὰ σπουδὴν ἐδίωκον τοὺς Ἕλληνας.
そして、負傷者たちから何が起きたかを聞き知ると、急いでギリシア人たちを追跡した。
§19.95.5τῶν δὲ περὶ τὸν Ἀθήναιον στρατοπεδευσάντων καταπεφρονηκότως καὶ διὰ τὸν κόπον ἐν ὕπνῳ καθεστώτων ἔλαθόν τινες τῶν αἰχμαλώτων διαδράντες, παρʼ ὧν οἱ Ναβαταῖοι μαθόντες τὰ κατὰ τοὺς πολεμίους ἐπέθεντο τῇ στρατοπεδείᾳ περὶ τρίτην φυλακήν, ὄντες οὐκ ἐλάσσω ὀκτακισχιλίων.
アテナイオスとその部下たちが油断して宿営し、疲労のために深く眠り込んでいる間に、捕虜のうちの数人が密かに逃亡した。 ナバタイ人たちは彼らから敵の状況を聞き知ると、八千人を下らない軍勢で、第三の見張りの時間のころにその宿営地を襲撃した。
καὶ τοὺς πλείους μὲν ἐν ταῖς κοίταις ὄντας ἔτι κατέσφαξαν, τοὺς δὲ διεγειρομένους καὶ χωροῦντας εἰς ὅπλα κατηκόντιζον·
そして、大部分の者をまだ寝床にいるうちに虐殺し、目を覚まして武器を取ろうとする者たちを投げ槍で仕留めた。
καὶ πέρας οἱ μὲν πεζοὶ πάντες ἀνῃρέθησαν, τῶν δὲ ἱππέων διεσώθησαν εἰς πεντήκοντα καὶ τούτων οἱ πλείους τραυματίαι.
そして最後には、歩兵は全員が殺害され、騎兵のうちで生き延びたのは五十人ほどであり、その大半も負傷していた。
§19.95.6οἱ μὲν οὖν περὶ τὸν Ἀθήναιον ἐν ἀρχῇ κατορθώσαντες ἐξ ὑστέρου διὰ τὴν ἑαυτῶν ἀβουλίαν τοῦτον τὸν τρόπον ἐσφάλησαν·
こうして、アテナイオスとその部下たちは、最初は成功を収めたものの、後には自らの思慮の浅さによってこのように破滅したのである。
ταῖς γὰρ εὐτυχίαις εἴωθεν ὡς ἐπίπαν ἀκολουθεῖν ῥᾳθυμία καὶ καταφρόνησις.
なぜなら、幸運には概して怠慢と油断が伴うものであるからだ。
§19.95.7διόπερ ἔνιοι προσηκόντως ὑπολαμβάνουσιν εὐχερέστερον ὑπάρχειν συμφορὰς ἐνεγκεῖν ἐπιδεξίως ἢ τὰς εὐμεγέθεις εὐημερίας ἐμφρόνως·
それゆえ、逆境を巧みに耐え忍ぶことの方が、大いなる繁栄を賢明に保つことよりも容易であると一部の人々が考えるのは当然のことなのである。
αἱ μὲν γὰρ διὰ τὸν περὶ τοῦ μέλλοντος φόβον ἐπαναγκάζουσιν ἐπιμελεῖσθαι, αἱ δὲ διὰ τὸ προγεγονὸς εὐτύχημα προτρέπονται καταφρονεῖν πάντων.
なぜなら、前者は将来に対する恐れのゆえに注意深くあることを強制し、後者は過去の幸運のゆえに、あらゆるものを侮るように仕向けるからである。

語釈・文法注

  1. 19.95.1ὑπογύου δʼ αὐτοῖς οὔσης πανηγύρεως — 属格独立構文。名詞 πανηγύρεως(「祭礼、市」)と形容詞 ὑπογύου(「間近の」)から成る。与格 αὐτοῖς は「彼らにとって」という関係あるいは関心の与格であり、属格独立のフレーズ内で「彼らにとって祭礼が間近に迫っていたので」という背景説明の役割を果たす。
  2. 19.95.2ἔλαθον τοὺς Ἄραβας ... καταλαβόμενοι τὴν πέτραν — λανθάνω +対格(τοὺς Ἄραβας)+主格分詞(καταλαβόμενοι)の構文。「〜に気づかれずに…する」を意味する。主動詞 ἔλαθον(アオリスト)に対して分詞 καταλαβόμενοι が同時性あるいはその完了を表し、「アラビア人たちに気づかれることなく、その岩を占領した」となる。
  3. 19.95.3ὡς ἂν νομίζοντες — 接続詞 ὡς と小辞 ἄν に分詞 νομίζοντες が続く形。ここでの ὡς ἄν +分詞は、主観的な理由や「〜であるかのように」という仮定的な前提を示し、ここでは「彼らが〜と考えていたから(その仮定のもとで)」という主観的な確信を表している。
  4. 19.95.7εὐχερέστερον ὑπάρχειν συμφορὰς ἐνεγκεῖν ἐπιδεξίως ἢ τὰς εὐμεγέθεις εὐημερίας ἐμφρόνως — 非人称的に用いられた動詞 ὑπάρχειν(ここでは対格不定詞句の述語)の主語として、不定詞句(συμφορὰς ἐνεγκεῖν... ἢ...)が続いている。比較級 εὐχερέστερον(「より容易である」)に対して、対照的な二つの目的格+副詞(「逆境を巧みに耐え忍ぶこと」と「大いなる繁栄を賢明に[耐え忍ぶ/保つ]こと」)が ἢ によって比較されている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.95.1-19.95.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.95.1-19.95.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。