§19.96.1οἱ δὲ Ναβαταῖοι τοὺς πολεμίους κολάσαντες ἀνδρωδῶς αὐτοὶ μὲν ἐπανῆλθον εἰς τὴν πέτραν τὰ σφέτερα κεκομισμένοι, πρὸς δʼ Ἀντίγονον ἐπιστολὴν γράψαντες Συρίοις γράμμασι τῶν μὲν περὶ Ἀθήναιον κατηγόρουν, ὑπὲρ ἑαυτῶν δὲ ἀπελογοῦντο.
而纳巴泰人在英勇地惩罚了敌人之后,自己带着收复的财产回到了岩石,并用叙利亚文字给安提柯写了一封信,信中他们指责阿特奈乌斯及其属下,同时为自己进行辩护。
§19.96.2ὁ δʼ Ἀντίγονος ἀντέγραψεν αὐτοῖς, προσμαρτυρῶν ὡς δικαίως μὲν ἠμύναντο, τῶν δὲ περὶ Ἀθήναιον κατήγορει, φάσκων παρὰ τὰς δεδομένας ἐντολὰς ὑπʼ αὐτοῦ πεποιῆσθαι τὴν ἐπίθεσιν.
安提柯给他们回了信,承认他们进行的是正当防卫,并指责阿特奈乌斯及其属下,声称这次袭击是违背他所给出的命令而进行的。
τοῦτο δʼ ἔπραττε κρύπτων τὴν ἑαυτοῦ προαίρεσιν καὶ βουλόμενος ὑπαγαγέσθαι τοὺς βαρβάρους εἰς ῥᾳθυμίαν, ὅπως ἀνελπίστως ἐπιθέμενος κρατήσῃ τῆς ἐπιβολῆς· οὐ γὰρ ῥᾴδιον ἦν ἄνευ δόλου τινὸς ἀνδρῶν περιγενέσθαι νομάδα βίον ἐζηλωκότων καὶ καταφυγὴν ἀπρόσιτον ἐχόντων τὴν ἔρημον.
他这样做是为了隐瞒自己的真实意图,并希望诱使蛮族产生麻痹大意,以便通过发动出其不意的袭击来使自己的企图得逞;因为如果没有某种谋略,想要战胜那些崇尚游牧生活、并以荒野为不可接近的避难所的人,并非易事。
§19.96.3οἱ δʼ Ἄραβες περιχαρεῖς μὲν ἦσαν ἐπὶ τῷ δοκεῖν ἀπολελύσθαι μεγάλων φόβων, οὐ μὴν παντελῶς ἐπίστευόν γε τοῖς Ἀντιγόνου λόγοις, ἀλλὰ τὰς ἐλπίδας ἔχοντες ἀμφιδοξουμένας σκοποὺς μὲν κατέστησαν ἐπὶ τῶν λόφων, ἀφʼ ὧν ἦν ῥᾴδιον συνορᾶν πόρρωθεν τὰς εἰς τὴν Ἀραβίαν ἐμβολάς, αὐτοὶ δὲ συνταξάμενοι τὰ περὶ ἑαυτοὺς προσηκόντως ἐκαραδόκουν τὸ ἀποβησόμενον.
阿拉伯人因似乎摆脱了巨大的恐惧而欢欣鼓舞,然而,他们并没有完全相信安提柯的话,而是在希望与疑虑并存的情况下,在山丘上设立了岗哨,从那里很容易远远望见进入阿拉伯的通道,他们自己也妥善地做好了准备,静观其变。
§19.96.4ὁ δʼ Ἀντίγονος φιλοποιησάμενος χρόνον τινὰ τοὺς βαρβάρους καὶ νομίσας αὐτοὺς ἐξηπατημένους παραδεδωκέναι τὸν καθʼ αὑτῶν καιρόν, ἐξέλεξεν ἐξ ἁπάσης τῆς δυνάμεως πεζοὺς μὲν ψιλοὺς καὶ πρὸς δρόμον εὖ πεφυκότας τετρακισχιλίους, ἱππεῖς δὲ πλείους τῶν τετρακισχιλίων καὶ τούτοις μὲν παρήγγειλε φέρειν ἄπυρα σῖτα πλειόνων ἡμερῶν, Δημήτριον δὲ τὸν υἱὸν καταστήσας ἡγεμόνα πρώτης φυλακῆς ἐξέπεμψε, προστάξας κολάσαι τοὺς Ἄραβας καθʼ ὃν ἂν δύνηται τρόπον.
安提柯在对这些蛮族示好了一段时间后,认为他们已被欺骗并丧失了防范的时机,便从全军中挑选了四千名擅长奔跑的轻装步兵和四千多名骑兵;他命令这些人携带数日不需生火的粮食,并任命他的儿子德米特里为指挥官,在第一更天时派出了他们,命令他尽一切可能惩罚阿拉伯人。
οὗτος μὲν οὖν ἐφʼ ἡμέρας τρεῖς ἀνοδίᾳ πορευόμενος
于是,德米特里在没有道路的荒野中行军了三天,