Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.93.1-19.93.7

德米特里击败基勒斯与普托勒密撤退

第 170 段,共 301 段 · 希腊语

内容简介

德米特里通过奇袭并击败普托勒密的将军基勒斯挽回了败局。在安提柯与德米特里汇合后,普托勒密决定放弃叙利亚,拆毁主要城市并撤回埃及。

§19.93.1ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν διέτριβε περὶ Κοίλην Συρίαν, νενικηκὼς Δημήτριον τὸν Ἀντιγόνου παρατάξει μεγάλῃ.
与此同时,普托勒密正逗留在柯里叙利亚,他此前在一次大战中击败了安提柯之子德米特里。
ὃν πυνθανόμενος ἐκ Κιλικίας ἀνεστραφέναι καὶ στρατοπεδεύειν περὶ τὴν ἄνω Συρίαν, προεχειρίσατο τῶν περὶ αὑτὸν φίλων Κίλλην τὸν Μακεδόνα· §19.93.2τούτῳ δὲ δοὺς δύναμιν ἱκανὴν προσέταξεν ἐκδιῶξαι τὸν Δημήτριον τὸ παράπαν ἐκ τῆς Συρίας ἢ περικαταλαβόντα συντρῖψαι.
当得知德米特里已从基里基亚返回并驻军于上叙利亚附近时,他从身边的朋友中选拔了马其顿人基勒斯;并给其配备了充足的军力,命令他将德米特里彻底赶出叙利亚,或者将其合围歼灭。
τούτου δʼ ὄντος κατὰ πορείαν Δημήτριος διὰ τῶν σκοπῶν ἀκούσας τὸν Κίλλην στρατοπεδεύειν καταπεφρονηκότως περὶ Μυοῦντα, τὴν μὲν ἀποσκευὴν ἀπέλιπε, τοὺς δὲ στρατιώτας εὐζώνους παραλαβὼν νυκτὸς πορείαν σύντομον ἐποιήσατο, προσπεσὼν δὲ τοῖς πολεμίοις ἑωθινῆς φυλακῆς ἄφνω τῆς τε δυνάμεως ἄνευ μάχης ἐκυρίευσεν καὶ αὐτὸν τὸν στρατηγὸν ἐζώγρησε.
当基勒斯在行军途中时,德米特里通过哨兵得知基勒斯在米乌斯附近极其疏忽地安营扎寨,于是留下辎重,率领轻装士兵,在夜间进行了急行军;他在拂晓岗哨时分突然袭击敌军,未发一战便掌控了对方的军队,并生擒了将军本人。
τηλικούτου δʼ εὐτυχήματος γεγενημένου τὴν ἧτταν ἀναμαχήσασθαι διειλήφει.
在获得如此巨大的好运后,他认为自己已经挽回了之前的败局。
§19.93.3οὐ μὴν ἀλλὰ τὸν Πτολεμαῖον ὑπολαμβάνων ἥξειν ἐπʼ αὐτὸν μετὰ πάσης τῆς δυνάμεως, ἐστρατοπέδευσε προβλήματα τῆς παρεμβολῆς ποιησάμενος ἕλη καὶ λίμνας.
然而,德米特里料定普托勒密会倾全军之兵前来攻打他,便安营扎寨,以沼泽和湖泊作为营地的屏障。
ἔγραψε δὲ καὶ πρὸς τὸν πατέρα περὶ τοῦ γενομένου κατορθώματος, παρακαλῶν αὐτὸν ἢ δύναμιν ἀποστεῖλαι τὴν ταχίστην ἢ καὶ αὐτὸν παραβαλεῖν εἰς τὴν Συρίαν.
他还给父亲写信报告了所取得的战果,请求他要么以最快的速度派遣援军,要么亲自前往叙利亚。
§19.93.4ὁ δʼ Ἀντίγονος ἐτύγχανε μὲν ὢν ἐν Κελαιναῖς τῆς Φρυγίας, κομισάμενος δὲ τὴν ἐπιστολὴν ἐχάρη διαφερόντως ἐπὶ τῷ δοκεῖν τὸν υἱὸν νέον ὄντα κατωρθωκέναι διʼ αὑτοῦ καὶ φαίνεσθαι βασιλείας ἄξιον.
此时安提柯恰好在弗里吉亚的凯莱奈,收到信后,他显得异常高兴,因为他觉得儿子虽然年轻,却能凭一己之力取得成功,并显露出配得上王位的资质。
αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ἀνέζευξεν ἐκ τῆς Φρυγίας καὶ τὸν Ταῦρον ὑπερβαλὼν ὀλίγαις ἡμέραις συνέμιξε τοῖς περὶ τὸν Δημήτριον.
他亲自率军撤离弗里吉亚,翻越托罗斯山脉,在短短几天内便与德米特里的人马汇合。
§19.93.5Πτολεμαῖος δὲ πυθόμενος τὴν Ἀντιγόνου παρουσίαν καὶ συναγαγὼν τοὺς ἡγεμόνας καὶ φίλους ἐβουλεύετο πότερον συμφέρει μένειν καὶ ἀγωνίζεσθαι περὶ τῶν ὅλων κατὰ Συρίαν ἢ προάγειν εἰς Αἴγυπτον καὶ πολεμεῖν ἐκεῖθεν, καθάπερ καὶ πρότερον Περδίκκᾳ.
普托勒密得知安提柯抵达后,召集了将领和朋友,商讨是留在叙利亚为全局进行决战有利,还是撤退到埃及并在那里作战,就像以前对付佩尔迪卡斯那样。
§19.93.6πάντες οὖν συνεβούλευον μὴ διακινδυνεύειν πρὸς δύναμιν πολλαπλασίονα καὶ θηρίων πλῆθος, ἔτι δὲ στρατηγὸν ἀήττητον· εὐχερέστερον γὰρ πολλῷ διαγωνιεῖσθαι κατὰ τὴν Αἴγυπτον, ταῖς τε χορηγίαις ὑπερέχοντα καὶ τόπων ὀχυρότητι πιστεύοντα.
于是所有人都建议不要去同一个大其数倍的军队、众多的战象以及一位未尝败绩的将军冒险交战;因为在埃及决战要容易得多,既在物资供应上占优,又能依赖地势的险要。
§19.93.7διὸ καὶ κρίνας ἐκλιπεῖν τὴν Συρίαν κατέσκαψε τὰς ἀξιολογωτάτας τῶν κεκρατημένων πόλεων, Ἄκην μὲν τῆς Φοινίκης Συρίας, Ἰόππην δὲ καὶ Σαμάρειαν καὶ Γάζαν τῆς Συρίας, αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν ἄγειν ἢ φέρειν ἐπανῆλθεν εἰς Αἴγυπτον.
因此,他决定放弃叙利亚,并拆毁了所占领城市中最著名的几座:腓尼基叙利亚的阿克,以及叙利亚的约帕、撒玛利亚和加沙。 他自己则亲率军队,并携带尽可能多可搬运或运送的财务返回了埃及。

词汇与语法注释

  1. 19.93.1ὃν πυνθανόμενος — 句首的关系代词 `ὃν` 属于连接性用法(relative connection),指代前文的德米特里。它在分词 `πυνθανόμενος` 所支配的带不定式的宾格结构中充当逻辑主语。
  2. 19.93.2περικαταλαβόντα — 宾格分词 `περικαταλαβόντα` 与不定式 `συντρῖψαι` 的未显式表达的宾格主语保持一致,逻辑上指代前文由与格 `τούτῳ` 引入的基勒斯。
  3. 19.93.2τὴν ἧτταν ἀναμαχήσασθαι διειλήφει — `διειλήφει`(`διαλαμβάνω` 的过去完成时)在此意为“他断定”或“他认为”。不定式 `ἀναμαχήσασθαι` 是一个惯用表达,指通过重新战斗来挽回先前的失败。
  4. 19.93.4ἐπὶ τῷ δοκεῖν τὸν υἱὸν νέον ὄντα κατωρθωκέναι διʼ αὑτοῦ — 介词 `ἐπί` 支配带与格冠词的不定式 `τῷ δοκεῖν`,用于表达情感的原因。由于宾格 `τὸν υἱόν` 是不定式的逻辑主语,因此形容词 `νέον` 和分词 `ὄντα` 也与之保持宾格一致。
  5. 19.93.7ἄγειν ἢ φέρειν — 古希腊语中的古典成语(通常为 `ἄγειν καὶ φέρειν`,此处使用 `ἤ`),字面意为“驱赶[牲畜/人]与携带[财物]”,统指掠夺或运走所有动产和财富。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.93.1-19.93.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.93.1-19.93.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。