§19.94.1Ἀντίγονος δʼ ἀκινδύνως ἀνακτησάμενος τήν τε Συρίαν πᾶσαν καὶ Φοινίκην ἐπεβάλετο στρατεύειν ἐπὶ τὴν χώραν τῶν Ἀράβων τῶν καλουμένων Ναβαταίων.
アンティゴノスは、危険を冒すことなくシリア全土とフェニキアを奪還すると、ナバタイ人と呼ばれるアラビア人の土地へ遠征することを目論んだ。
κρίνας γὰρ τὸ ἔθνος τοῦτο τῶν ἑαυτοῦ πραγμάτων ἀλλότριον εἶναι, προεχειρίσατο τῶν αὑτοῦ φίλων Ἀθήναιον, δοὺς δʼ αὐτῷ πεζοὺς μὲν εὐζώνους τετρακισχιλίους, ἱππεῖς δὲ τοὺς ἐπιτηδείους εἰς δρόμον ἑξακοσίους συνέταξεν ἐπιθέσθαι τοῖς βαρβάροις ἄφνω καὶ τὴν λείαν πᾶσαν ἀποτεμέσθαι.
彼はこの民族が自らの支配にとって敵対的であると判断したため、自らの友人たちの中からアテナイオスを抜擢し、彼に軽装の歩兵四千人と、急襲に適した騎兵六百人を与え、蛮族どもを突如襲撃してすべての略奪品を奪取するよう命じた。
§19.94.2χρήσιμον δʼ ἐστὶ τῶν ἀγνοούντων ἕνεκα διελθεῖν τὰ νόμιμα τῶν Ἀράβων τούτων, οἷς χρώμενοι δοκοῦσι τὴν ἐλευθερίαν διαφυλάττειν.
このアラビア人たちの法律について説明することは、それを知らない人々のために有益であろう。
ἔχουσι τοίνυν τὸν βίον ὑπαίθριον, πατρίδα καλοῦντες τὴν ἀοίκητον τὴν μήτε ποταμοὺς ἔχουσαν μήτε κρήνας δαψιλεῖς, ἐξ ὧν δυνατὸν στρατόπεδον πολέμιον ὑδρεύσασθαι.
彼らはこれに従うことによって、自らの自由を守り抜いていると考えられている。 すなわち、彼らは戸外で生活を営んでおり、川もなく、敵の軍勢が給水できるような豊かな泉もない不毛の土地を祖国と呼んでいる。
§19.94.3νόμος δʼ ἐστὶν αὐτοῖς μήτε σῖτον σπείρειν μήτε φυτεύειν μηδὲν φυτὸν καρποφόρον μήτε οἴνῳ χρᾶσθαι μήτε οἰκίαν κατασκευάζειν·
彼らには、穀物を蒔かないこと、果実を結ぶ植物を一切植えないこと、ワインを飲まないこと、家を建てないことという法律がある。
ὃς δʼ ἂν παρὰ ταῦτα ποιῶν εὑρίσκηται, θάνατον αὐτῷ πρόστιμον εἶναι.
もし誰かがこれらに反することを行っているのが見つかった場合、彼に対する罰は死刑である。
§19.94.4χρῶνται δὲ τῷ νόμῳ τούτῳ διαλαμβάνοντες τοὺς ταῦτα κτωμένους ἀναγκασθήσεσθαι ῥᾳδίως ὑπὸ τῶν δυνατῶν ἕνεκα τῆς τούτων χρείας ποιεῖν τὸ προστασσόμενον.
彼らがこの法律を守っているのは、これらのものを所有する者は、その必要性のゆえに、権力者たちによって命じられたことを行うよう容易に強制されるだろうと考えているからである。
τρέφουσι δʼ αὐτῶν οἱ μὲν καμήλους, οἱ δὲ πρόβατα, τὴν ἔρημον ἐπινέμοντες.
彼らのうち、ある者はラクダを飼育し、ある者は羊を飼育して、砂漠で放牧している。
οὐκ ὀλίγων δʼ ὄντων Ἀραβικῶν ἐθνῶν τῶν τὴν ἔρημον ἐπινεμόντων οὗτοι πολὺ τῶν ἄλλων προέχουσι ταῖς εὐπορίαις, τὸν ἀριθμὸν ὄντες οὐ πολὺ πλείους τῶν μυρίων·
砂漠で放牧を行っているアラビア人の部族は少なくないが、彼らはその富において他の者たちよりもはるかに優れており、その人口は一万人をそれほど超えるものではない。
§19.94.5εἰώθασι γὰρ αὐτῶν οὐκ ὀλίγοι κατάγειν ἐπὶ θάλασσαν λιβανωτόν τε καὶ σμύρναν καὶ τὰ πολυτελέστατα τῶν ἀρωμάτων, διαδεχόμενοι παρὰ τῶν κομιζόντων ἐκ τῆς Εὐδαίμονος καλουμένης Ἀραβίας.
というのも、彼らのうち少なくない者が、海へと乳香や没薬、そして最も高価な香料を下ろしていく習慣があるからであり、それらは「幸福なアラビア」と呼ばれる地から運んでくる者たちから引き継いだものである。
§19.94.6φιλελεύθεροι δέ εἰσι διαφερόντως καὶ ὅταν πολεμίων δύναμις ἁδρὰ προσίῃ, φεύγουσιν εἰς τὴν ἔρημον, ταύτῃ χρώμενοι ὀχυρώματι·
彼らは格別に自由を愛しており、敵の強力な軍勢が近づくと、砂漠へと逃亡し、そこを要塞として利用する。
ἄνυδρος γὰρ οὖσα τοῖς μὲν ἄλλοις ἀνεπίβατός ἐστι, τούτοις δὲ κατεσκευακόσιν ἀγγεῖα κατὰ γῆς ὀρυκτὰ κεκονιαμένα μόνοις παρέχεται μὴν ἀσφάλειαν.
なぜなら、その地は水がないため他の人々にとっては立ち入ることもできないが、地下に掘った漆喰塗りの貯水槽を用意している彼らに対してのみ、確実な安全を提供するからである。
§19.94.7τῆς γὰρ γῆς οὔσης τῆς μὲν ἀργελλώδους, τῆς δὲ πέτραν ἐχούσης μαλακὴν ὀρύγματα μεγάλα ποιοῦσιν ἐν αὐτῇ, ὧν τὰ μὲν στόμια μικρὰ παντελῶς κατασκευάζουσι, κατὰ βάθους δʼ ἀεὶ μᾶλλον εὐρυχωρῆ ποιοῦντες τὸ τελευταῖον τηλικοῦτʼ ἀποτελοῦσι τὸ μέγεθος ὥστε γίνεσθαι πλευρὰν ἑκάστην πλέθρου.
その土地の一部は粘土質であり、別の一部は柔らかい岩石から成っているため、彼らはその中に大きな掘り抜き穴を作り、その入り口は完全に小さく作るが、深くなるにつれて常に広くなるようにし、最後にはそれぞれの辺が一プレトロンの大きさになるように仕上げる。
§19.94.8ταῦτα δὲ τὰ ἀγγεῖα πληροῦντες ὕδατος ὀμβρίου τὰ στόματʼ ἐμφράττουσι καὶ ποιοῦντες ἰσόπεδον τῇ λοιπῇ χώρᾳ σημεῖα καταλείπουσιν ἑαυτοῖς μὲν γιγνωσκόμενα, τοῖς δʼ ἄλλοις ἀνεπινόητα.
これらの貯水槽を雨水で満たし、彼らはその入り口を塞ぎ、残りの土地と平らになるようにして、自分たちには分かるが、他の人々には見当もつかないような目印を残しておく。
§19.94.9ποτίζουσι δὲ καὶ τὴν λείαν διʼ ἡμερῶν τριῶν, ὅπως ἐν ταῖς ἀνυδρίαις καὶ φυγαῖς μὴ προσδέωνται συνεχῶν ὑδάτων.
また、水のない場所での逃亡生活において絶えず水を必要とすることがないように、家畜には三日おきに水を飲ませる。
αὐτοὶ δὲ χρῶνται τροφῇ κρέασι καὶ γάλακτι καὶ τῶν ἐκ τῆς γῆς φυομένων τοῖς ἐπιτηδείοις·
彼ら自身は、肉、乳、そして土地から生じる食用に適したものを食物として利用している。
§19.94.10φύεται γὰρ παρʼ αὐτοῖς τὸ πέπερι καὶ ἀπὸ τῶν δένδρων μέλι πυλὺ τὸ καλούμενον ἄγριον, ᾧ χρῶνται ποτῷ μεθʼ ὕδατος.
というのも、彼らの土地には胡椒が自生し、また樹木からは野良蜜と呼ばれる多くの蜜が生じ、彼らはこれを水と混ぜて飲み物として利用しているからである。
ἔστι δὲ καὶ ἄλλα γένη τῶν Ἀράβων, ὧν ἔνια καὶ γεωργεῖ μιγνύμενα τοῖς φορολογουμένοις καὶ μετέχει τῶν αὐτῶν τοῖς Σύροις πλὴν τοῦ πατασκηνοῦν ἐν οἰκίαις.
また、アラビア人には他の部族もあり、そのうちのいくつかは貢納を義務づけられた民と交わって農業を行い、家の中で宿営しないことを除けば、シリア人と同じ生活を共有している。