Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.92.1-19.92.5

塞琉古奇袭击败尼卡诺尔并平定米底

第 169 段,共 301 段 · 希腊语

内容简介

尽管米底将军尼卡诺尔率领大军进逼,但兵力处于劣势的塞琉古将伏兵设于沼泽中,通过深夜奇袭取得大胜。此役后,塞琉古顺势平定了苏西亚纳和米底等地,确立了自己的统治地位。

§19.92.1Νικάνορος δὲ τοῦ περὶ Μηδίαν στρατηγοῦ συναγαγόντος ἐπʼ αὐτὸν ἔκ τε Μηδίας καὶ Περσίδος καὶ τῶν σύνεγγυς τόπων στρατιώτας πεζοὺς μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ περὶ ἑπτακισχιλίους ὥρμησεν κατὰ σπουδὴν ἀπαντήσων τοῖς πολεμίοις.
当米底将军尼卡诺尔从米底、波斯及邻近地区集结了万余名步兵和约七千名骑兵前来对付他时,〔塞琉古〕急忙出发迎击敌人。
§19.92.2εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν πλείους τῶν τρισχιλίων, ἱππεῖς δὲ τετρακοσίους.
而他的全部兵力只有三千多步兵和四百名骑兵。
διαβὰς δὲ τὸν Τίγριν ποταμὸν καὶ πυνθανόμενος ὀλίγων ἡμερῶν ὁδὸν ἀπέχειν τοὺς πολεμίους, ἔκρυψε τοὺς στρατιώτας ἐν τοῖς πλησίον ἕλεσι, διανοούμενος ἀπροσδόκητον ποιήσασθαι τὴν ἐπίθεσιν.
在渡过底格里斯河并得知敌人距离只有几天路程后,他将士兵藏在附近的沼泽地中,意图发动出其不意的袭击。
§19.92.3ὁ δὲ Νικάνωρ ἐπειδὴ παραγενηθεὶς ἐπὶ τὸν Τίγριν ποταμὸν οὐχ ηὕρισκε τοὺς πολεμίους, κατεστρατοπέδευσε πρός τινι βασιλικῷ σταθμῷ, νομίζων αὐτοὺς πεφευγέναι μακρότερον.
尼卡诺尔抵达底格里斯河后,没有发现敌人的踪影,以为他们已经逃往更远的地方,便在某个皇家驿站附近安营扎寨。
ἐπιγενομένης δὲ νυκτὸς καὶ τῶν περὶ Νικάνορα καταπεφρονηκότως καὶ ῥᾳθύμως ἐχόντων τὰ περὶ τὰς φυλακὰς ἐπιπεσὼν ὁ Σέλευκος ἄφνω πολλὴν ταραχὴν καὶ κατάπληξιν κατεσκεύασε· §19.92.4συναψάντων γὰρ μάχην τῶν Περσῶν συνέβη τόν τε σατράπην αὐτῶν Εὔαγρον πεσεῖν καί τινας τῶν ἄλλων ἡγεμόνων.
然而当夜幕降临,尼卡诺尔的手下对哨卫工作麻痹大意且松懈怠慢时,塞琉古突然发起袭击,造成了极大的混乱和恐慌;因为当波斯人交战时,他们的萨特拉普埃瓦格罗斯以及其他几位指挥官阵亡。
οὗ συμβάντος οἱ πλείους τῶν στρατιωτῶν τὰ μὲν τὸν κίνδυνον καταπεπληγμένοι, τὰ δὲ προσκόπτοντες τοῖς ὑπʼ Ἀντιγόνου πραττομένοις μετεβάλοντο πρὸς Σέλευκον.
此事发生后,大多数士兵一方面因危险而惊恐万分,另一方面对安提柯的所作所为感到反感,于是纷纷投奔了塞琉古。
§19.92.5ὁ δὲ Νικάνωρ μετʼ ὀλίγων ἀπολειφθεὶς καὶ δεδιὼς μὴ παραδοθῇ τοῖς πολεμίοις, ἔφυγε μετὰ τῶν φίλων διὰ τῆς ἐρήμου.
尼卡诺尔仅剩少数人随行,因担心被押送给敌人,便与朋友们一起穿过沙漠逃走。
Σέλευκος δὲ δυνάμεως ἁδρᾶς κυριεύσας καὶ φιλανθρώπως πᾶσι προσφερόμενος ῥᾳδίως προσηγάγετο τήν τε Σουσιανὴν καὶ Μηδίαν καί τινας τῶν σύνεγγυς τόπων·
而塞琉古掌握了强大的军队,并对所有人友善相待,轻易地招降了苏西亚纳、米底及邻近的一些地区。
περί τε τῶν διῳκημένων ἔγραψε πρὸς Πτολεμαῖον καὶ τοὺς ἄλλους φίλους, ἔχων ἤδη βασιλικὸν ἀνάστημα καὶ δόξαν ἀξίαν ἡγεμονίας.
他将所取得的成就写信给托勒密和其他朋友,此时他已具备了国王的风范和配得上统治权的名望。

词汇与语法注释

  1. 19.92.1ὥρμησεν — 从上下文来看,主句动词 `ὥρμησεν` 的主语是前一章末尾的主角塞琉古。需要注意不要将其误认为前接属格独立结构中的主语 `Νικάνορος`。
  2. 19.92.3τῶν περὶ Νικάνορα καταπεφρονηκότως καὶ ῥᾳθύμως ἐχόντων τὰ περὶ τὰς φυλακὰς — 动词 `ἔχω` 加上副词(`καταπεφρονηκότως καὶ ῥᾳθύμως`)表示“处于某种状态”。`τὰ περὶ τὰς φυλακὰς` 作为限定(关系)宾格,意为“关于哨卫(警戒)的事项”。
  3. 19.92.4τὰ μὲν τὸν κίνδυνον καταπεπληγμένοι, τὰ δὲ προσκόπτοντες — `τὰ μὲν ... τὰ δὲ` 用作副词,表示“一方面……另一方面(部分由于……部分由于)”。完成受动分词 `καταπεπληγμένοι` 具有中动语意,支配宾格 `τὸν κίνδυνον`(客观宾格);而现在分词 `προσκόπτοντες` 则支配与格 `τοῖς ὑπʼ Ἀντιγόνου πραττομένοις`。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.92.1-19.92.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.92.1-19.92.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。