§19.93.1ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν διέτριβε περὶ Κοίλην Συρίαν, νενικηκὼς Δημήτριον τὸν Ἀντιγόνου παρατάξει μεγάλῃ.
これらのことが行われているのと同時に、プトレマイオスはコイレ・シリア付近に滞在していた。 彼は大戦においてアンティゴノスの子デメトリオスに勝利していた。
ὃν πυνθανόμενος ἐκ Κιλικίας ἀνεστραφέναι καὶ στρατοπεδεύειν περὶ τὴν ἄνω Συρίαν, προεχειρίσατο τῶν περὶ αὑτὸν φίλων Κίλλην τὸν Μακεδόνα·
彼がキリキアから引き返して上部シリア付近に陣を敷いていると知ると、プトレマイオスは自らの側近の友人たちの中から、マケドニア人キレスを抜擢した。
§19.93.2τούτῳ δὲ δοὺς δύναμιν ἱκανὴν προσέταξεν ἐκδιῶξαι τὸν Δημήτριον τὸ παράπαν ἐκ τῆς Συρίας ἢ περικαταλαβόντα συντρῖψαι.
この者に十分な軍勢を与え、彼はデメトリオスをシリアから完全に追い出すか、あるいは包囲して撃破することを命じた。
τούτου δʼ ὄντος κατὰ πορείαν Δημήτριος διὰ τῶν σκοπῶν ἀκούσας τὸν Κίλλην στρατοπεδεύειν καταπεφρονηκότως περὶ Μυοῦντα, τὴν μὲν ἀποσκευὴν ἀπέλιπε, τοὺς δὲ στρατιώτας εὐζώνους παραλαβὼν νυκτὸς πορείαν σύντομον ἐποιήσατο, προσπεσὼν δὲ τοῖς πολεμίοις ἑωθινῆς φυλακῆς ἄφνω τῆς τε δυνάμεως ἄνευ μάχης ἐκυρίευσεν καὶ αὐτὸν τὸν στρατηγὸν ἐζώγρησε.
この者が行軍中であるとき、デメトリオスは斥候を通じて、キレスがミュウスの近くで油断して陣を敷いていると聞き、輜重を残し、兵士たちを軽装にして引き連れ、夜間に強行軍を行い、明け方の警戒時間に不意に敵を襲撃し、戦闘なしにその軍勢を制圧し、将軍自身を生け捕りにした。
τηλικούτου δʼ εὐτυχήματος γεγενημένου τὴν ἧτταν ἀναμαχήσασθαι διειλήφει.
これほど大きな幸運が生じたため、彼は敗北を挽回したと考えた。
§19.93.3οὐ μὴν ἀλλὰ τὸν Πτολεμαῖον ὑπολαμβάνων ἥξειν ἐπʼ αὐτὸν μετὰ πάσης τῆς δυνάμεως, ἐστρατοπέδευσε προβλήματα τῆς παρεμβολῆς ποιησάμενος ἕλη καὶ λίμνας.
しかしながら、プトレマイオスが全軍を率いて自分に向かって進撃してくるであろうと予想し、沼地や湖を自陣の防衛線として、陣を敷いた。
ἔγραψε δὲ καὶ πρὸς τὸν πατέρα περὶ τοῦ γενομένου κατορθώματος, παρακαλῶν αὐτὸν ἢ δύναμιν ἀποστεῖλαι τὴν ταχίστην ἢ καὶ αὐτὸν παραβαλεῖν εἰς τὴν Συρίαν.
また父親に対しても、生じた大戦果について手紙を書き、大至急軍勢を派遣するか、あるいは彼自身がシリアへとやって来るよう要請した。
§19.93.4ὁ δʼ Ἀντίγονος ἐτύγχανε μὲν ὢν ἐν Κελαιναῖς τῆς Φρυγίας, κομισάμενος δὲ τὴν ἐπιστολὴν ἐχάρη διαφερόντως ἐπὶ τῷ δοκεῖν τὸν υἱὸν νέον ὄντα κατωρθωκέναι διʼ αὑτοῦ καὶ φαίνεσθαι βασιλείας ἄξιον.
一方、アンティゴノスはフリュギアのケライナイにちょうど滞在していたが、手紙を受け取ると、若い息子が自力で成功を収め、王位に値するように思われたことを格別に喜んだ。
αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ἀνέζευξεν ἐκ τῆς Φρυγίας καὶ τὸν Ταῦρον ὑπερβαλὼν ὀλίγαις ἡμέραις συνέμιξε τοῖς περὶ τὸν Δημήτριον.
彼自身は軍勢を引き連れてフリュギアから出発し、タウロス山脈を越えて、数日のうちにデメトリオスの軍勢と合流した。
§19.93.5Πτολεμαῖος δὲ πυθόμενος τὴν Ἀντιγόνου παρουσίαν καὶ συναγαγὼν τοὺς ἡγεμόνας καὶ φίλους ἐβουλεύετο πότερον συμφέρει μένειν καὶ ἀγωνίζεσθαι περὶ τῶν ὅλων κατὰ Συρίαν ἢ προάγειν εἰς Αἴγυπτον καὶ πολεμεῖν ἐκεῖθεν, καθάπερ καὶ πρότερον Περδίκκᾳ.
一方、プトレマイオスはアンティゴノスの到来を知ると、指揮官たちや友人たちを集めて、シリアにとどまって全体の支配権を賭けて戦うべきか、あるいはエジプトへと退いて、かつてペルディッカスに対して行ったようにそこから戦うべきかを協議した。
§19.93.6πάντες οὖν συνεβούλευον μὴ διακινδυνεύειν πρὸς δύναμιν πολλαπλασίονα καὶ θηρίων πλῆθος, ἔτι δὲ στρατηγὸν ἀήττητον·
それゆえ、全員が、何倍もの軍勢や多数の戦象、さらには無敗の将軍を相手に危険を冒して戦うべきではないと忠告した。
εὐχερέστερον γὰρ πολλῷ διαγωνιεῖσθαι κατὰ τὴν Αἴγυπτον, ταῖς τε χορηγίαις ὑπερέχοντα καὶ τόπων ὀχυρότητι πιστεύοντα.
というのも、補給において優位に立ち、かつ地形の堅固さを頼みとできるエジプトにおいて戦う方が、はるかに容易だからである。
§19.93.7διὸ καὶ κρίνας ἐκλιπεῖν τὴν Συρίαν κατέσκαψε τὰς ἀξιολογωτάτας τῶν κεκρατημένων πόλεων, Ἄκην μὲν τῆς Φοινίκης Συρίας, Ἰόππην δὲ καὶ Σαμάρειαν καὶ Γάζαν τῆς Συρίας, αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν ἄγειν ἢ φέρειν ἐπανῆλθεν εἰς Αἴγυπτον.
それゆえ彼はシリアを去ることを決意し、支配下に置いた都市のうち最も重要なもの、すなわちフェニキア・シリアのアケ、そしてシリアのヨッパ、サマリア、ガザを破壊した。 そして自らは軍勢を率い、運ぶことが可能な限りの財宝を携えて、エジプトへと帰還した。