Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.91.1-19.91.5

塞琉古重夺巴比伦尼亚与攻克城堡

第 168 段,共 301 段 · 希腊语

内容简介

塞琉古进军美索不达米亚招募兵员,并侵入巴比伦尼亚,获得了当地居民以及归顺的将领波里亚科斯的支持。随后他攻克了安提柯派把守的城堡,夺回先前被扣押的人质,重整军备并确立了对巴比伦尼亚的控制。

§19.91.1ἐπεὶ δὲ προάγων κατήντησεν εἰς Μεσοποταμίαν, τῶν ἐν Κάραις κατῳκισμένων Μακεδόνων οὓς μὲν ἔπεισεν, οὓς δʼ ἐβιάσατο συστρατεύειν αὐτῷ.
当他进军抵达美索不达米亚时,对于定居在卡莱的马其顿人,他或说服、或强迫他们与他一同参战。
ὡς δʼ εἰς τὴν Βαβυλωνίαν ἐνέβαλεν, οἱ πλείους τῶν ἐγχωρίων ἀπήντων καὶ προστιθέμενοι πᾶν ἔφασαν αὐτῷ τὸ δοκοῦν συμπράξειν·
而当他侵入巴比伦尼亚时,大多数当地居民都来迎接他,并归顺他,表示愿与他共同实行他所期望的一切。
§19.91.2τετραετῆ γὰρ χρόνον γεγονὼς σατράπης τῆς χώρας ταύτης πᾶσι προσενήνεκτο καλῶς, ἐκκαλούμενος τὴν εὔνοιαν τοῦ πλήθους καὶ πόρρωθεν προπαρασκευαζόμενος τοὺς συμπράξοντας, ἐὰν αὐτῷ δοθῇ καιρὸς ἀμφισβητεῖν ἡγεμονίας.
因为他曾担任该地区萨特拉普达四年之久,对所有人都十分和善,唤起了民众的好意,并早已预先准备好那些在他获得争夺统治权的机会时将与他合作的人。
§19.91.3προσεχώρησε δʼ αὐτῷ καὶ Πολύαρχος, τεταγμένος ἐπί τινος διοικήσεως, μετὰ στρατιωτῶν πλειόνων ἢ χιλίων.
此外,被派管辖某一行政区域的波里亚科斯也率领一千多名士兵归顺了他。
οἱ δὲ διαφυλάττοντες τὴν πρὸς Ἀντίγονον φιλίαν, ὁρῶντες ἀκατάσχετον οὖσαν τὴν τοῦ πλήθους ὁρμήν, συνέφευγον εἰς τὴν ἄκραν, ἧς φύλαξ ἀπεδέδεικτο Δίφιλος.
然而,那些保持对安提柯友好关系的人,看到民众的狂热势不可挡,便一同逃入城堡,而该城堡此前已被任命由迪菲罗斯把守。
§19.91.4ὁ δὲ Σέλευκος συστησάμενος πολιορκίαν καὶ κατὰ κράτος ἑλὼν τὴν ἄκραν ἐκομίσατο τὰ φυλαττόμενα σώματα τῶν φίλων καὶ τῶν παίδων, ὅσοι παρεδόθησαν εἰς φυλακὴν παρʼ Ἀντιγόνου μετὰ τὴν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον ἀποχώρησιν.
塞琉古组织了包围战,并以武力攻克了城堡,夺回了他从巴比伦退往埃及之后被安提柯投入监狱关押的所有朋友和侍从的人质身躯。
§19.91.5ἀπὸ δὲ τούτων γενόμενος στρατιώτας συνήγαγεν καὶ συναγοράσας ἵππους ἀνεδίδου τοῖς δυναμένοις χρᾶσθαι.
在处理完这些事情后,他集结了士兵,并购买马匹,分发给那些能够骑乘的人。
πᾶσι δὲ φιλανθρώπως ὁμιλῶν καὶ καθιστὰς εἰς ἀγαθὰς ἐλπίδας ἑτοίμους εἶχε καὶ προθύμους ἐν πάσῃ περιστάσει τοὺς συγκινδυνεύοντας.
他通过对所有人亲切交谈并使他们抱有美好的希望,使那些与他共担危险的人在任何情况下都保持着准备就绪且热切的态度。
Σέλευκος μὲν οὖν τοῦτον τὸν τρόπον ἀνεκτήσατο τὴν Βαβυλωνίαν.
就这样,塞琉古收复了巴比伦尼亚。

词汇与语法注释

  1. 19.91.1τῶν ἐν Κάραις κατῳκισμένων Μακεδόνων — 前置的属格短语 τῶν ἐν Κάραις κατῳκισμένων Μακεδόνων 是部分属格,表示后接宾格 οὓς μὲν... οὓς δʼ(“一些人……另一些人……”)所出自的整体。这些关系代名词在此起指示代名词的作用,并作为动词 ἔπεισεν 和 ἐβιάσατο 的直接宾语。
  2. 19.91.1πᾶν ἔφασαν αὐτῷ τὸ δοκοῦν συμπράξειν — 将来不定式 συμπράξειν 依赖于 ἔφασαν(“他们说”)。πᾶν τὸ δοκοῦν(“[对他来说]似乎好的所有事”)是该不定式的宾语,而 αὐτῷ 既可理解为与 δοκοῦν 连用的与格(“对他来说似乎好”),也可理解为与 συμπράξειν 连用的与格(“与他共同合作”),整体上构成了“在一切他所期望的事情上进行合作”的意思。
  3. 19.91.2προπαρασκευαζόμενος τοὺς συμπράξοντας — 未来分词 τοὺς συμπράξοντας(“将会合作的人们”)与带有前缀 προ-(“预先”)的动词 προπαρασκευαζόμενος 结合,表示为未来的偶然事件做提前准备。随后的 ἐὰν 从句提出了这一准备所预设的条件(“如果机会被给予”)。
  4. 19.91.5ἀπὸ δὲ τούτων γενόμενος — 惯用表达 ἀπό τινος γίνομαι 意为“结束某事”或“从某事中抽身”。在此指处理完前述的一系列事务,即城堡包围战及夺回人质。
  5. 19.91.5ἑτοίμους εἶχε καὶ προθύμους — 形容词 ἑτοίμους 与 προθύμους 充当宾语 τοὺς συγκινδυνεύοντας(“共担危险的人们”)的宾语补足语,与动词 εἶχε 连用,构成维持某种状态的结构(“他使他们保持随时准备且热切的状态”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.91.1-19.91.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.91.1-19.91.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。