§19.92.1Νικάνορος δὲ τοῦ περὶ Μηδίαν στρατηγοῦ συναγαγόντος ἐπʼ αὐτὸν ἔκ τε Μηδίας καὶ Περσίδος καὶ τῶν σύνεγγυς τόπων στρατιώτας πεζοὺς μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ περὶ ἑπτακισχιλίους ὥρμησεν κατὰ σπουδὴν ἀπαντήσων τοῖς πολεμίοις.
一方、メディアの将軍ニカノールが、メディアやペルシス、およびその近隣の地域から、歩兵一万人以上、傷病兵を除く騎兵約七千人の兵士を彼に対して集めると、〔セレウコスは〕敵を迎え撃つために急いで進撃した。
§19.92.2εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν πλείους τῶν τρισχιλίων, ἱππεῖς δὲ τετρακοσίους.
しかし、彼の全軍は歩兵三千人余り、騎兵四百人にすぎなかった。
διαβὰς δὲ τὸν Τίγριν ποταμὸν καὶ πυνθανόμενος ὀλίγων ἡμερῶν ὁδὸν ἀπέχειν τοὺς πολεμίους, ἔκρυψε τοὺς στρατιώτας ἐν τοῖς πλησίον ἕλεσι, διανοούμενος ἀπροσδόκητον ποιήσασθαι τὴν ἐπίθεσιν.
ティグリス川を渡り、敵が数日間の道のりの距離にいると知ると、彼は不意の攻撃を仕掛けようと考え、近くの湿地帯に兵士たちを隠した。
§19.92.3ὁ δὲ Νικάνωρ ἐπειδὴ παραγενηθεὶς ἐπὶ τὸν Τίγριν ποταμὸν οὐχ ηὕρισκε τοὺς πολεμίους, κατεστρατοπέδευσε πρός τινι βασιλικῷ σταθμῷ, νομίζων αὐτοὺς πεφευγέναι μακρότερον.
一方、ニカノールは、ティグリス川に到着したものの敵を見出せなかったため、彼らがさらに遠くへ逃げ去ったものと考え、ある王の宿駅の近くに陣を張った。
ἐπιγενομένης δὲ νυκτὸς καὶ τῶν περὶ Νικάνορα καταπεφρονηκότως καὶ ῥᾳθύμως ἐχόντων τὰ περὶ τὰς φυλακὰς ἐπιπεσὼν ὁ Σέλευκος ἄφνω πολλὴν ταραχὴν καὶ κατάπληξιν κατεσκεύασε·
しかし、夜が訪れ、ニカノールの側の者たちが見張りに関して油断し、怠慢な状態にあったとき、セレウコスが突如襲いかかり、大いなる混乱と恐怖を引き起こした。
§19.92.4συναψάντων γὰρ μάχην τῶν Περσῶν συνέβη τόν τε σατράπην αὐτῶν Εὔαγρον πεσεῖν καί τινας τῶν ἄλλων ἡγεμόνων.
というのも、ペルシア兵たちが戦闘を交えた際、彼らのサトラップであるエウアグロスや他の何人かの指揮官たちが戦死することになったからである。
οὗ συμβάντος οἱ πλείους τῶν στρατιωτῶν τὰ μὲν τὸν κίνδυνον καταπεπληγμένοι, τὰ δὲ προσκόπτοντες τοῖς ὑπʼ Ἀντιγόνου πραττομένοις μετεβάλοντο πρὸς Σέλευκον.
このことが起こると、兵士たちの大部分は、一方ではその危険に恐怖し、他方ではアンティゴノスの行いに反感を抱いていたため、セレウコスの側へと寝返った。
§19.92.5ὁ δὲ Νικάνωρ μετʼ ὀλίγων ἀπολειφθεὶς καὶ δεδιὼς μὴ παραδοθῇ τοῖς πολεμίοις, ἔφυγε μετὰ τῶν φίλων διὰ τῆς ἐρήμου.
ニカノールは、わずかな者たちと取り残され、敵に引き渡されることを恐れて、友人たちとともに砂漠を通って逃亡した。
Σέλευκος δὲ δυνάμεως ἁδρᾶς κυριεύσας καὶ φιλανθρώπως πᾶσι προσφερόμενος ῥᾳδίως προσηγάγετο τήν τε Σουσιανὴν καὶ Μηδίαν καί τινας τῶν σύνεγγυς τόπων·
一方、セレウコスは強大な軍勢を手中に収め、すべての人に親切に接することで、スシアナとメディア、および近隣のいくつかの地域を容易に帰順させた。
περί τε τῶν διῳκημένων ἔγραψε πρὸς Πτολεμαῖον καὶ τοὺς ἄλλους φίλους, ἔχων ἤδη βασιλικὸν ἀνάστημα καὶ δόξαν ἀξίαν ἡγεμονίας.
そして、これまでの成果についてプトレマイオスや他の友人たちに手紙を書き、すでに王にふさわしい風格と、支配権に値する名声をそなえていた。