§19.8.1οὐκ ἂν τὴν τῶν πασχόντων τύχην ἐλεήσειεν.
不会对受难者的遭遇产生怜悯。
πᾶσαι μὲν γὰρ αἱ πύλαι τῆς πόλεως ἐκλείσθησαν, πλείους δὲ τῶν τετρακισχιλίων ἀνῃρέθησαν αὐθημερόν, τοῦτο μόνον ἐγκληθέντες ὅτι χαριέστεροι τῶν ἄλλων ἦσαν.
城市的所有大门都被关闭了,当天有四千多人被杀害,他们被指控的唯一罪名就是比其他人更具教养。
τῶν δὲ φυγόντων οἱ μὲν ἐπὶ τὰς πύλας ὁρμήσαντες συνελήφθησαν, οἱ δὲ κατὰ τῶν τειχῶν ῥίπτοντες αὑτοὺς εἰς τὰς ἀστυγείτονας πόλεις διεσώθησαν, τινὲς δὲ διὰ τὸν φόβον ἀπρονοήτως ἁλλόμενοι κατεκρημνίσθησαν.
在逃亡的人当中,有些人冲向大门而被捕,有些人从城墙上跳下而逃往邻近的城市得救,还有一些人由于恐惧而轻率地跳下,结果坠崖身亡。
§19.8.2τὸ δὲ πλῆθος ἦν τῶν ἐκπεσόντων ἐκ τῆς πατρίδος ὑπὲρ τοὺς ἑξακισχιλίους, ὧν οἱ πλεῖστοι κατέφυγον πρὸς τοὺς Ἀκραγαντίνους κἀκεῖ τῆς καθηκούσης ἐπιμελείας ἠξιώθησαν.
从祖国逃亡的人数超过了六千人,其中大多数人逃往阿克拉加斯人那里,并在那里得到了应有的照顾。
§19.8.3οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα διημερεύσαντες ἐν τοῖς τῶν πολιτῶν φόνοις οὐδὲ τῆς εἰς γυναῖκας ὕβρεως καὶ παρανομίας ἀπέσχοντο, ἀλλὰ παρὰ τῶν ἐκπεφευγότων τὸν θάνατον ἱκανὴν ὑπελάμβανον λήψεσθαι τιμωρίαν τὴν εἰς τοὺς συγγενεῖς ἐπήρειαν· δεινότερα γὰρ θανάτου τοὺς μὲν ἄνδρας καὶ πατέρας εἰκὸς ἦν πείσεσθαι γυναικῶν ὕβρεις καὶ παρθένων αἰσχύνας ἀναλογιζομένους.
阿加托克利斯及其同伙终日进行着对市民的屠杀,甚至对妇女的暴行和违法行为也毫不收敛,反而认为通过对其亲属的侮辱,能对那些免于一死的人施加充分的报复;因为对于丈夫和父亲们来说,考虑到妻子所受的暴行和处女受到的耻辱,这很可能比死亡更令人痛苦。
§19.8.4ἀφʼ ὧν ἡμῖν περιαιρετέον ἐστὶ τὴν ἐπίθετον καὶ συνήθη τοῖς συγγραφεῦσι τραγῳδίαν, μάλιστα μὲν διὰ τὸν τῶν παθόντων ἔλεον, ἔπειτα καὶ διὰ τὸ μηθένα τῶν ἀναγινωσκόντων ἐπιζητεῖν ἀκοῦσαι τὰ κατὰ μέρος, ἐν ἑτοίμῳ τῆς γνώσεως οὔσης.
对此,我们必须剥离历史学家们常用的那些刻意粉饰的悲剧色彩,首先是出于对受难者的怜悯,其次是因为读者中没有人想听取其细节,因为对此类事情的认识是显而易见的。
§19.8.5οἱ γὰρ μεθʼ ἡμέραν ἐν ταῖς ὁδοῖς καὶ κατὰ τὴν ἀγορὰν σφάττειν τολμῶντες τοὺς μηδὲν ἀδικοῦντας οὐ προσδέονται τοῦ δηλώσοντος τί νύκτωρ ἔπραττον καθʼ αὑτοὺς ἐν ταῖς οἰκίαις καὶ πῶς προσεφέροντο παρθένοις ὀρφαναῖς καὶ γυναιξὶν ἐρήμοις μὲν οὔσαις τῶν βοηθησόντων, πεπτωκυίαις δʼ ὑπʼ ἐξουσίαν αὐτοκράτορα τῶν ἐχθίστων.
因为那些敢于在白昼、在街道和广场上屠杀无辜者的人,并不需要有人来揭示他们在夜间在住宅里私下里做了什么,以及他们如何对待那些失去了保护者、落入最可憎敌人绝对权力之下的孤儿处女和孤立无援的妇女。
§19.8.6ὁ δʼ Ἀγαθοκλῆς δυεῖν ἡμερῶν διελθουσῶν ἐπειδή ποτʼ ἐπληρώθη τοῦ κατὰ τῶν πολιτῶν φόνου, τοὺς ζωγρηθέντας ἀθροίσας Δεινοκράτην μὲν ἀφῆκε διὰ τὴν προγεγενημένην φιλίαν, τῶν ἄλλων δὲ τοὺς μὲν ἀλλοτριώτατα διακειμένους ἀνεῖλε, τοὺς δὲ λοιποὺς ἐφυγάδευσε.
两天过去后,当阿加托克利斯终于对市民的屠杀感到厌足时,他召集了那些被生擒的人,因过去的友谊而释放了德伊诺克拉特斯,但在其余的人中,他杀害了那些最不友好的人,并驱逐了其余的人。