§19.9.1μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν κατηγόρησε μὲν τῶν ἑξακοσίων καὶ τῆς ὑπʼ αὐτῶν προγεγενημένης ὀλιγαρχίας, καθαρὰν δὲ φήσας τὴν πόλιν πεποιηκέναι τῶν δυναστεύειν ἐπιχειρούντων ἀπεφαίνετο τῷ δήμῳ τὴν αὐτονομίαν εἰλικρινῆ παραδιδόναι καὶ βούλεσθαί ποτε τῶν πόνων ἀπολυθεὶς ἰδιωτεύειν ἴσος ὢν πᾶσι.
此后,他召集公民大会,谴责了那六百人以及在此之前由他们实行的寡头政治。 他声声自己已经清除了那些企图篡夺权力的人,使城市变得洁净,并向人民表明他正将纯粹的自治权交还给他们,并表示他希望最终能从劳苦中解脱出来,作为一个与所有人平等的普通公民生活。
§19.9.2καὶ ταῦτα λέγων τὸ μὲν χλαμύδιον αὑτοῦ περιέσπασε, τὸ δʼ ἱμάτιον μεταλαβὼν ἀπῄει, τῶν πολλῶν ἑαυτὸν ἀποδείξας ἕνα.
在说这些话的同时,他扯下了自己的短斗篷,换上普通外衣,准备离去,以此表明自己是大众中的一员。
ταῦτα δʼ ἔπραττε τὸν δημοτικὸν ὑποκρινόμενος καὶ σαφῶς εἰδὼς τοὺς πλείους τῶν ἐκκλησιαζόντων μετεσχηκότας τῶν ἀσεβημάτων καὶ διὰ τοῦτο μηδέποτʼ ἂν βουληθέντας ἄλλῳ τὴν στρατηγίαν ἐγχειρίσαι.
他这样做是为了伪装成维护民权的人,并且他清楚地知道,参加大会的多数人都曾参与了那些不义之举,因此他们绝不愿将将军的职位委托给其他人。
§19.9.3εὐθὺ γοῦν οἱ διαπεφορηκότες τὰ τῶν ἠτυχηκότων ἐβόων μὴ καταλιπεῖν ἑαυτούς, ἀλλὰ προσδέξασθαι τὴν τῶν ὅλων ἐπιμέλειαν.
于是,那些掠夺了不幸者财产的人立即大声呼喊,要求他不要抛弃他们,而要承担起对整个国家事务的管辖。
ὁ δὲ τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, εἶτα τοῦ πλήθους βιαιότερον ἐγκειμένου προσδέξασθαι μὲν ἔφησε τὴν στρατηγίαν, μὴ μέντοι γε μετʼ ἄλλων ἄρξειν· §19.9.4οὐ γὰρ ὑπομενεῖν, ὧν ἂν ἕτεροι παρανομήσωσι, τούτων αὐτὸν συνάρχοντα λόγον ἀποδιδόναι κατὰ τοὺς νόμους.
起初他保持沉默,但随后在群众更加激烈的恳求下,他表示自己愿意接受将军的职位,但绝不与其他任何人共同执政;因为他无法容忍,在其他人犯下违法行为时,作为同僚的自己却要依法为这些行为承担责任。
συγχωρήσαντος δὲ τοῦ πλήθους μοναρχεῖν οὗτος μὲν ἐχειροτονήθη στρατηγὸς αὐτοκράτωρ καὶ τὸ λοιπὸν φανερῶς ἐδυνάστευε καὶ τῆς πόλεως ἐπιμέλειαν ἐποιεῖτο,
当群众同意由他独掌大权时,他被推选为全权将军,此后便公开实行独裁统治并管理城市。
§19.9.5τῶν δʼ ἀκεραίων Συρακοσίων οἱ μὲν διὰ τὸν φόβον ἠναγκάζοντο καρτερεῖν, οἱ δʼ ὑπὸ τοῦ πλήθους κατισχυόμενοι τὴν ἔχθραν εἰς κενὸν οὐκ ἐτόλμων ἐνδείκνυσθαι.
在那些未曾同流合污的叙拉古人中,有些人因恐惧而被迫忍耐,另一些人则被群众压制,不敢徒劳地表露敌意。
πολλοὶ δὲ καὶ τῶν ἀπόρων καὶ κατάχρεων ἄσμενοι τὴν μεταβολὴν προσεδέξαντο· ἐπηγγέλλετο γὰρ Ἀγαθοκλῆς κατὰ τὴν ἐκκλησίαν καὶ χρεῶν ἀποκοπὰς ποιήσεσθαι καὶ τοῖς πένησι χώραν δωρήσεσθαι.
然而,许多贫困和负债累累的人却高兴地接受了这一变革;因为阿加托克利斯在公民大会上承诺将废除债务并向穷人分发土地。
§19.9.6ἀπὸ δὲ τούτων γενόμενος τοῦ μὲν ἔτι φονεύειν ἢ κολάζειν τινὰς ἀπέστη, μεταβαλόμενος δʼ εἰς τοὐναντίον εὐγνωμόνως τοῖς πλήθεσι προσεφέρετο καὶ πολλοὺς μὲν εὐεργετῶν, οὐκ ὀλίγους δʼ ἐπαγγελίαις μετεωρίζων, πάντας δὲ λόγοις φιλανθρώποις δημαγωγῶν οὐ μετρίας ἀποδοχῆς ἐτύγχανεν.
结束这些举措后,他不再杀戮或惩罚任何人,而是彻底改变态度,温和地对待大众。 他施恩于许多人,用承诺让不少人满怀希望,用仁慈的话语引导所有人,从而获得了极大的支持。
§19.9.7ἔχων δὲ τηλικαύτην δυναστείαν οὔτε διάδημα ἀνέλαβεν οὔτε δορυφόρους εἶχεν οὔτε δυσεντευξίαν ἐζήλωσεν, ἅπερ εἰώθασι ποιεῖν σχεδὸν ἅπαντες οἱ τύραννοι.
尽管拥有如此巨大的权力,但他既没有佩戴王冠,也没有雇佣卫队,更没有摆出难以接近的架子,而这些几乎是所有僭主通常都会做的事。
ἐπεμελήθη δὲ καὶ τῶν προσόδων καὶ τῆς τῶν ὅπλων καὶ βελῶν παρασκευῆς, ἔτι δὲ πρὸς ταῖς ὑπαρχούσαις μακραῖς ναυσὶν ἑτέρας ἐναυπηγήσατο.
他还关注财政收入以及武器和箭矢的准备,并且在现有的战船之外,又建造了其他船只。
προσελάβετο δὲ καὶ τῶν ἐν τῇ μεσογείῳ χωρίων καὶ πόλεων τὰς πλείστας.
他还将内陆地区和大部分城市纳入了自己的控制。
καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势大体如此。