§19.77.1τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Πολέμων, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Λεύκιος Παπείριος τὸ πέμπτον καὶ Γάιος Ἰούνιος, ἤχθη δὲ καὶ ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Παρμενίων Μιτυληναῖος.
当这一年过去,波勒蒙在雅典担任执政官,而在罗马,卢基乌斯·帕皮里乌斯(第五次)与盖乌斯·尤尼乌斯担任执政官。 在这一年,还举行了第一百一十七届奥林匹克运动会,来自米蒂利尼的巴曼尼翁在短跑比赛中获胜。
§19.77.2ἐπὶ δὲ τούτων τῶν χρόνων Ἀντίγονος ἀπέστειλεν εἰς τὴν Ἑλλάδα στρατηγὸν Πτολεμαῖον τοὺς Ἕλληνας ἐλευθερώσοντα, συνέπεμψε δʼ αὐτῷ ναῦς μὲν μακρὰς ἑκατὸν καὶ πεντήκοντα, Μήδιον ἐπιστήσας ναύαρχον, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους.
在这些时期,安提柯派遣将领托勒密前往希腊,以解放希腊人。 他派遣其同行,任命梅迪斯为海军指挥官,配备了一百五十艘战船、五千名步兵和五百名骑兵。
§19.77.3ἐποιήσατο δὲ καὶ πρὸς Ῥοδίους συμμαχίαν καὶ προσελάβετο παρʼ αὐτῶν ναῦς ἐξηρτισμένας πρὸς τὸν πόλεμον δέκα πρὸς τὴν τῶν Ἑλλήνων ἐλευθέρωσιν.
他还与罗得岛人结成了同盟,并为了解放希腊人,从他们那里额外获得了十艘为战争配备齐全的战船。
§19.77.4ὁ δὲ Πτολεμαῖος μετὰ παντὸς τοῦ στόλου καταπλεύσας τῆς Βοιωτίας εἰς τὸν Βαθὺν καλούμενον λιμένα παρὰ μὲν τοῦ κοινοῦ τῶν Βοιωτῶν προσελάβετο στρατιώτας πεζοὺς μὲν δισχιλίους διακοσίους, ἱππεῖς δὲ χιλίους τριακοσίους.
托勒密率领全部舰队驶入玻俄提亚被称为“巴堤斯”的港口,并从玻俄提亚同盟那里额外获得了二千二百名步兵和一千三百名骑兵。
μετεπέμψατο δὲ καὶ τὰς ἐξ Ὠρεοῦ ναῦς καὶ τειχίσας τὸν Σαλγανέα συνήγαγεν ἐνταῦθα πᾶσαν τὴν δύναμιν· ἤλπιζε γὰρ προσδέξασθαι τοὺς Χαλκιδεῖς, οἵπερ μόνοι τῶν Εὐβοέων ὑπὸ τῶν πολεμίων ἐφρουροῦντο.
他还召集了来自奥留斯的船只,在修筑萨尔加纽斯的防御工事后,将所有兵力集结于该地;因为他指望哈尔基斯人——在优波亚人中,唯独他们被敌军驻守——能够接纳他。
§19.77.5ὁ δὲ Κάσανδρος ἀγωνιῶν ὑπὲρ τῆς Χαλκίδος τὴν Ὠρεοῦ πολιορκίαν ἔλυσεν, εἰς δὲ τὴν Χαλκίδα παρῆλθεν καὶ τὰς δυνάμεις μετεπέμπετο.
卡山德因担忧哈尔基斯而解除了对奥留斯的包围,进入哈尔基斯并召集军队。
Ἀντίγονος δὲ πυθόμενος περὶ τὴν Εὔβοιαν ἐφεδρεύειν ἀλλήλοις τὰ στρατόπεδα, μετεπέμψατο τὸν Μήδιον εἰς τὴν Ἀσίαν μετὰ τοῦ στόλου, εὐθὺς δὲ καὶ τὰς δυνάμεις ἀναλαβὼν προῆγεν ἐφʼ Ἑλλησπόντῳ κατὰ τάχος, ὡς διαβησόμενος εἰς Μακεδονίαν, ὅπως ἢ μένοντος Κασάνδρου περὶ τὴν Εὔβοιαν αὐτὸς ἔρημον καταλάβῃ Μακεδονίαν τῶν ἀμυνομένων ἢ τῇ βασιλείᾳ βοηθῶν ἀποβάλῃ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα.
而安提柯得知两军在优波亚附近互相处于对峙防备状态,便召回梅迪斯及舰队返回亚洲,并立即率领军队火速向赫勒斯滂推进,企图渡海进入马其顿,以便在卡山德留在优波亚附近时,自己好夺取那座防守空虚的马其顿,或者当卡山德去救援其王国时,使其失去在希腊的事务主导权。
§19.77.6ὁ δὲ Κάσανδρος συνιδὼν τὴν ἐπίνοιαν αὐτοῦ Πλείσταρχον μὲν ἀπέλιπεν ἐπὶ τῆς ἐν Χαλκίδι φρουρᾶς, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας Ὠρωπὸν μὲν κατὰ κράτος εἷλε, Θηβαίους δʼ εἰς τὴν αὑτοῦ συμμαχίαν κατέστησεν· πρὸς δὲ τοὺς ἄλλους Βοιωτοὺς ἀνοχὰς ποιησάμενος καὶ καταλιπὼν ἐπὶ τῆς Ἑλλάδος στρατηγὸν Εὐπόλεμον ἀπῆλθεν εἰς Μακεδονίαν, ἀγωνιῶν περὶ τῆς τῶν πολεμίων διαβάσεως.
卡山德洞察了他的意图,留下了普雷斯塔尔科斯驻守哈尔基斯的卫戍部队,而他自己动员了全部军队出发,强攻夺取了奥罗波斯,并使底比斯人加入了自己的同盟;在与其他玻俄提亚人达成休战并留下尤波里莫斯作为希腊的将军后,他返回了马其顿,担忧着敌军的渡海。
§19.77.7ὁ δʼ Ἀντίγονος ἐπειδὴ κατήντησεν εἰς τὴν Προποντίδα, διεπρεσβεύσατο πρὸς Βυζαντίους, ἀξιῶν μετέχειν τῆς συμμαχίας.
安提柯到达普罗滂提斯后,便派使节前往拜占庭,要求他们加入同盟。
παραγενομένων δὲ καὶ παρὰ Λυσιμάχου πρεσβευτῶν καὶ παρακαλούντων μηδὲν ποιεῖν μήτε κατʼ αὐτοῦ μήτε κατὰ Κασάνδρου τοῖς μὲν Βυζαντίοις ἔδοξε μένειν ἐφʼ ἡσυχίας καὶ τηρεῖν τὴν πρὸς ἀμφοτέρους εἰρήνην ἅμα καὶ φιλίαν.
但由于赖西马科斯也派来了使节,敦促他们不要对自已或卡山德采取任何行动,拜占庭人便决定保持中立,维持同双方的和平与友好。
ὁ δʼ Ἀντίγονος δυσχρηστούμενος ἐπὶ τούτοις, ἅμα δὲ καὶ τῆς χειμερινῆς ὥρας συγκλειούσης διέδωκε τοὺς στρατιώτας κατὰ πόλι εἰς τὴν χειμασίαν.
安提柯因此感到困境重重,同时冬日的季节也将来临,他便将士兵分派到各城市中去越冬。