Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.77.1-19.77.7

アンティゴノスのギリシア解放遠征と冬営

154 / 301 箇所 · ギリシア語

要旨

アテナイのポレモン執政官の年に、アンティゴノスはプトレマイオスらを派遣してギリシア解放を試み、カサンドロスと対峙する。カサンドロスはマケドニア防衛のために帰国し、アンティゴノスはビュザンティオンの同盟拒否と冬の到来により軍を各都市に分けて冬営に入らせる。

§19.77.1τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Πολέμων, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Λεύκιος Παπείριος τὸ πέμπτον καὶ Γάιος Ἰούνιος, ἤχθη δὲ καὶ ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Παρμενίων Μιτυληναῖος.
この年が過ぎると、アテナイではポレモンがアルコンであり、ローマではルキウス・パピリウス(五度目)とガイウス・ユニウスが執政官であった。 また、この年に第百十七回オリンピア競技会が開催され、そこにおいてミュティレネのパルメニオンがスタディオン競走で優勝した。
§19.77.2ἐπὶ δὲ τούτων τῶν χρόνων Ἀντίγονος ἀπέστειλεν εἰς τὴν Ἑλλάδα στρατηγὸν Πτολεμαῖον τοὺς Ἕλληνας ἐλευθερώσοντα, συνέπεμψε δʼ αὐτῷ ναῦς μὲν μακρὰς ἑκατὸν καὶ πεντήκοντα, Μήδιον ἐπιστήσας ναύαρχον, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους.
これらの時期に、アンティゴノスはギリシア人を解放するために、将軍プトレマイオスをギリシアへ派遣した。 そして彼とともに、メディオスを海軍指揮官に任命して軍船百五十隻を、また歩兵五千名と騎兵五百名を送った。
§19.77.3ἐποιήσατο δὲ καὶ πρὸς Ῥοδίους συμμαχίαν καὶ προσελάβετο παρʼ αὐτῶν ναῦς ἐξηρτισμένας πρὸς τὸν πόλεμον δέκα πρὸς τὴν τῶν Ἑλλήνων ἐλευθέρωσιν.
彼はまた、ロドス人たちとも同盟を結び、ギリシア人の解放のために、彼らから戦争のために装備を整えた十隻の船を追加で得た。
§19.77.4ὁ δὲ Πτολεμαῖος μετὰ παντὸς τοῦ στόλου καταπλεύσας τῆς Βοιωτίας εἰς τὸν Βαθὺν καλούμενον λιμένα παρὰ μὲν τοῦ κοινοῦ τῶν Βοιωτῶν προσελάβετο στρατιώτας πεζοὺς μὲν δισχιλίους διακοσίους, ἱππεῖς δὲ χιλίους τριακοσίους.
プトレマイオスは全艦隊を率いてボイオティアの「バテュス」と呼ばれる港に回航し、ボイオティア連邦から歩兵二千二百名、兵士のうち騎兵千三百名を追加で得た。
μετεπέμψατο δὲ καὶ τὰς ἐξ Ὠρεοῦ ναῦς καὶ τειχίσας τὸν Σαλγανέα συνήγαγεν ἐνταῦθα πᾶσαν τὴν δύναμιν·
彼はまたオレオスからの船も召集し、サルガネウスを要塞化して、そこに全軍を集結させた。
ἤλπιζε γὰρ προσδέξασθαι τοὺς Χαλκιδεῖς, οἵπερ μόνοι τῶν Εὐβοέων ὑπὸ τῶν πολεμίων ἐφρουροῦντο.
というのも、エウボイア人のうちで彼らだけが敵によって守備隊を置かれていたのであるが、カルキス人たちが(自らを)受け入れてくれることを期待していたからである。
§19.77.5ὁ δὲ Κάσανδρος ἀγωνιῶν ὑπὲρ τῆς Χαλκίδος τὴν Ὠρεοῦ πολιορκίαν ἔλυσεν, εἰς δὲ τὴν Χαλκίδα παρῆλθεν καὶ τὰς δυνάμεις μετεπέμπετο.
カサンドロスはカルキスのことを心配してオレオスの包囲を解き、カルキスへと進んで軍勢を召集した。
Ἀντίγονος δὲ πυθόμενος περὶ τὴν Εὔβοιαν ἐφεδρεύειν ἀλλήλοις τὰ στρατόπεδα, μετεπέμψατο τὸν Μήδιον εἰς τὴν Ἀσίαν μετὰ τοῦ στόλου, εὐθὺς δὲ καὶ τὰς δυνάμεις ἀναλαβὼν προῆγεν ἐφʼ Ἑλλησπόντῳ κατὰ τάχος, ὡς διαβησόμενος εἰς Μακεδονίαν, ὅπως ἢ μένοντος Κασάνδρου περὶ τὴν Εὔβοιαν αὐτὸς ἔρημον καταλάβῃ Μακεδονίαν τῶν ἀμυνομένων ἢ τῇ βασιλείᾳ βοηθῶν ἀποβάλῃ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα.
他方、アンティゴノスは、エウボイア周辺で両軍が互いに対峙して隙を窺っていることを知ると、メディオスを艦隊とともにアジアへ呼び戻し、ただちに軍勢を率いて、マケドニアへ渡るつもりでヘレスポントスへ急速に進軍した。 これは、カサンドロスがエウボイア周辺にとどまるならば、自分が、防衛する者のいない無防備なマケドニアを占領するためであり、あるいは彼が自らの王国を救援しようとしてギリシアにおける情勢を失うようにするためであった。
§19.77.6ὁ δὲ Κάσανδρος συνιδὼν τὴν ἐπίνοιαν αὐτοῦ Πλείσταρχον μὲν ἀπέλιπεν ἐπὶ τῆς ἐν Χαλκίδι φρουρᾶς, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας Ὠρωπὸν μὲν κατὰ κράτος εἷλε, Θηβαίους δʼ εἰς τὴν αὑτοῦ συμμαχίαν κατέστησεν·
カサンドロスは彼の意図を見抜いて、プレイスタルコスをカルキスの守備隊に残し、自身は全軍を率いて出発し、オロポスを力づくで占領してテーバイ人を自らの同盟に引き入れた。
πρὸς δὲ τοὺς ἄλλους Βοιωτοὺς ἀνοχὰς ποιησάμενος καὶ καταλιπὼν ἐπὶ τῆς Ἑλλάδος στρατηγὸν Εὐπόλεμον ἀπῆλθεν εἰς Μακεδονίαν, ἀγωνιῶν περὶ τῆς τῶν πολεμίων διαβάσεως.
そして、他のボイオティア人たちとは休戦条約を結び、ギリシアに将軍エウポレモスを残して、敵の渡航を心配しつつ、マケドニアへと去った。
§19.77.7ὁ δʼ Ἀντίγονος ἐπειδὴ κατήντησεν εἰς τὴν Προποντίδα, διεπρεσβεύσατο πρὸς Βυζαντίους, ἀξιῶν μετέχειν τῆς συμμαχίας.
アンティゴノスはプロポンティスに到着すると、ビュザンティオン人たちに使節を送って同盟への参加を求めた。
παραγενομένων δὲ καὶ παρὰ Λυσιμάχου πρεσβευτῶν καὶ παρακαλούντων μηδὲν ποιεῖν μήτε κατʼ αὐτοῦ μήτε κατὰ Κασάνδρου τοῖς μὲν Βυζαντίοις ἔδοξε μένειν ἐφʼ ἡσυχίας καὶ τηρεῖν τὴν πρὸς ἀμφοτέρους εἰρήνην ἅμα καὶ φιλίαν.
しかし、リュシマコスからも使節たちが到着し、彼に対してもカサンドロスに対しても何もしないよう求めたため、ビュザンティオン人たちは静観し、双方に対する平和と友好関係を維持することを決定した。
ὁ δʼ Ἀντίγονος δυσχρηστούμενος ἐπὶ τούτοις, ἅμα δὲ καὶ τῆς χειμερινῆς ὥρας συγκλειούσης διέδωκε τοὺς στρατιώτας κατὰ πόλι εἰς τὴν χειμασίαν.
アンティゴノスはこれらのことに困惑し、同時に冬の季節が活動を閉ざしたため、兵士たちを各都市に分けて冬営に入らせた。

語釈・文法注

  1. §19.77.4ἤλπιζε γὰρ προσδέξασθαι τοὺς Χαλκιδεῖς — 不定詞 `προσδέξασθαι` の意味上の主語は、対格 `τοὺς Χαλκιδεῖς` である。もう一つの解釈として「彼(プトレマイオス)がカルキス人たちを受け入れることを期待した」と取ることも文法的には可能だが、文脈上、カルキスが敵(カサンドロス)の守備隊に占領されており、彼ら(カルキス人)がプトレマイオスを解放者として「(自らのもとに)受け入れてくれる」ことを期待したとする解釈が最も自然である。
  2. §19.77.5ἢ τῇ βασιλείᾳ βοηθῶν ἀποβάλῃ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα — 目的節 `ὅπως` の後半部分であり、主語は前半のアンティゴノス(`καταλάβῃ` の主語)からカサンドロスに切り替わっている。現在分詞 `βοηθῶν` は `ἀποβάλῃ` の主語(カサンドロス)と一致しており、「(カサンドロスが)自らの王国を救援しようとして、その結果ギリシアにおける主導権を失うようにする」という意味になる。
  3. §19.77.7κατὰ πόλι — 詩的ないしイオン方言的な与格形 `πόλι`(標準アッティカ方言の `πόλει` に相当)が前置詞 `κατά` とともに用いられている。分配的な意味で「各都市に(兵士を分けて冬営に入らせた)」という意味を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.77.1-19.77.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.77.1-19.77.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。