Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.76.1-19.76.5

萨姆奈特人战败与坎帕尼亚人归顺

第 153 段,共 301 段 · 希腊语

内容简介

萨姆奈特人袭击与罗马结盟的城市,但被罗马执政官击败。坎帕尼亚人获悉萨姆奈特人败北后放弃叛乱,交出首恶并与罗马人讲和。

§19.76.1κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται μὲν μετὰ πολλῆς δυνάμεως ἐπῄεσαν πορθοῦντες τῶν κατʼ Ἰταλίαν πόλεων ὅσαι τοῖς ἐναντίοις συνηγωνίζοντο, οἱ δʼ ὕπατοι τῶν Ῥωμαίων μετὰ στρατοπέδου παραγενόμενοι παραβοηθεῖν ἐπειρῶντο τοῖς κινδυνεύουσιν τῶν συμμάχων.
在意大利,萨姆奈特人率领大军推进,一路上劫掠那些在意大利城市中凡是与他们的对手[=罗马人]共同作战的城市;而罗马人的执政官则率领军队抵达,企图救援那些处于危险中的盟友。
§19.76.2ἀντεστρατοπεδεύσαντο δὲ τοῖς πολεμίοις περὶ Κίνναν πόλιν καὶ ταύτην μὲν εὐθὺς ἐρύσαντο τῶν ἐπικειμένων φόβων, μετʼ ὀλίγας δʼ ἡμέρας ἐκταξάντων ἀμφοτέρων τὰς δυνάμεις ἐγένετο μάχη καρτερὰ καὶ συχνοὶ παρʼ ἀμφοτέροις ἔπεσον.
他们在辛纳城附近与敌军对垒安营,并立即使该城免于眼前的恐惧。 几天后,双方排兵布阵,爆发了一场激烈的战斗,双方都有许多人战死。
τὸ δὲ τέλος οἱ Ῥωμαῖοι βιασάμενοι κατὰ κράτος περιεγένοντο τῶν πολεμίων, ἐπὶ πολὺν δὲ χρόνον χρησάμενοι τῷ διωγμῷ πλείους τῶν μυρίων ἀνεῖλον.
最终,罗马人奋力拼杀,彻底击败了敌人,并在进行了长时间的追击后,歼敌一万余人。
§19.76.3καὶ τῆς μάχης ἀγνοουμὲνης ἔτι Καμπανοὶ μὲν καταφρονήσαντες τῶν Ῥωμαίων ἀπέστησαν, ὁ δὲ δῆμος εὐθὺς δύναμίν τε τὴν ἱκανὴν ἐξέπεμψεν ἐπʼ αὐτοὺς καὶ στρατηγὸν αὐτοκράτορα Γάιον Μάνιον καὶ μετʼ αὐτοῦ κατὰ τὸ πάτριον ἔθος Μάνιον Φούλβιον ἵππαρχον.
在战局尚不明朗之时,坎帕尼亚人蔑视罗马人并宣告背叛;而人民则立即向他们派出了足够的兵力,并任命盖乌斯·马尼乌斯为全权将军,并按照祖宗的惯例,任命马尼乌斯·富尔维乌斯为骑兵长官与他同行。
§19.76.4τούτων δὲ πλησίον τῆς Καπύης καταστρατοπεδευσάντων οἱ Καμπανοὶ τὸ μὲν πρῶτον ἐπεχείρουν ἀγωνίζεσθαι, μετὰ δὲ ταῦτα πυθόμενοι τὴν τῶν Σαμνιτῶν ἧτταν καὶ νομίσαντες πάσας τὰς δυνάμεις ἥξειν ἐπʼ αὐτοὺς διελύσαντο πρὸς Ῥωμαίους· §19.76.5τοὺς γὰρ αἰτίους τῆς ταραχῆς ἐξέδωκαν, οἳ προτεθείσης κρίσεως οὐ περιμείναντες τὴν ἀπόφασιν αὑτοὺς ἀνεῖλαν.
当他们在卡普亚附近安营扎寨时,坎帕尼亚人起初企图交战,但在此之后,当他们得知萨姆奈特人的败北,并认为所有的军队都会向他们袭来时,便与罗马人讲和;因为他们交出了煽动骚乱的罪魁祸首,这些人当审判被设定时,没有等待判决便自杀了。
αἱ δὲ πόλεις τυχοῦσαι συγγνώμης εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησαν.
各城市得到宽恕后,恢复了原先存在的同盟关系。

词汇与语法注释

  1. §19.76.1τῶν κατʼ Ἰταλίαν πόλεων ὅσαι τοῖς ἐναντίοις συνηγωνίζοντο — 关系代词 `ὅσαι` 的先行词被省略,前置的部分属格 `τῶν κατʼ Ἰταλίαν πόλεων` 受到该关系从句的修饰。与格 `τοῖς ἐναντίοις`(对手)在语境中指萨姆奈特人的敌人(即罗马人),是动词 `συνηγωνίζοντο`(与……共同作战)的补足语。
  2. §19.76.3στρατηγὸν αὐτοκράτορα ... ἵππαρχον — 罗马特有的官职“独裁官(dictator)”与“骑兵长官(magister equitum)”在此被翻译并表达为希腊语官职名 `στρατηγὸς αὐτοκράτωρ`(全权将军)与 `ἵππαρχος`(骑兵长官)。
  3. §19.76.5προτεθείσης κρίσεως — 属格绝对构文(genitive absolute),作为表示时间的时间状语从句(“当审判被设定时”)起作用。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.76.1-19.76.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.76.1-19.76.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。