Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.67.1-19.67.7

克拉特西波利斯平叛与卡山德的战役

第 144 段,共 301 段 · 希腊语

内容简介

亚历山大死后,其妻克拉特西波利斯接掌军权,严厉镇压了西库昂的叛乱。同时,卡山德为了孤立埃托利亚人,建议阿卡纳尼亚人集中居住于少数城市并与之结盟,随后服从了莱夫卡斯、阿波罗尼亚和伊利里亚,返回马其顿。

§19.67.1ἅμα δὲ τούτοις πρασσομένοις Ἀλέξανδρος μὲν ὁ Πολυπέρχοντος ἐκ Σικυῶνος ἀναζευγνύων μετὰ τῆς δυνάμεως ὑπʼ Ἀλεξίωνος τοῦ Σικυωνίου καί τινων ἄλλων προσποιουμένων εἶναι φίλων ἀνῃρέθη, ἡ δὲ γυνὴ Κρατησίπολις διαδεξαμένη τὰ πράγματα συνεῖχε τὸ στρατόπεδον, ἀγαπωμένη διαφερόντως ὑπὸ τῶν στρατιωτῶν διὰ τὰς εὐεργεσίας· διετέλει γὰρ βοηθοῦσα τοῖς ἀτυχοῦσι καὶ πολλοὺς τῶν ἀπόρων ὑπολαμβάνουσα.
在进行这些事情的同时,波留佩孔之子亚历山大正率军从西库昂出发,中途被西库昂人亚历克西翁以及其他几个假装是他朋友的人刺杀。 然而,他的妻子克拉特西波利斯接管了政务,并将军队团结在一起,因其恩惠而特别受到士兵们的爱戴;因为她不断帮助不幸的人,并资助了许多贫困的人。
§19.67.2ἦν δὲ περὶ αὐτὴν καὶ σύνεσις πραγματικὴ καὶ τόλμα μείζων ἢ κατὰ γυναῖκα·
她还拥有实际的才智,以及超越女性的大胆。
τῶν γὰρ Σικυωνίων καταφρονησάντων αὐτῆς διὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν καὶ συνδραμόντων μετὰ τῶν ὅπλων ἐπὶ τὴν ἐλευθερίαν παραταξαμένη καὶ νικήσασα πολλοὺς μὲν ἀνεῖλε, συλλαβοῦσα δὲ περὶ τριάκοντα τὸν ἀριθμὸν ἀνεσταύρωσεν.
当西库昂人因她丈夫的去世而轻视她,并为了自由拿起武器一同起义时,她列阵迎战并击败了他们,杀死了许多人,并逮捕了大约三十人予以钉十字架。
ἀσφαλισαμένη δὲ τὰ κατὰ τὴν πόλιν ἐδυνάστευε τῶν Σικυωνίων, ἔχουσα πολλοὺς στρατιώτας ἑτοίμους εἰς πάντα κίνδυνον.
在稳定了城内的事态后,她统治着西库昂人,拥有许多随时准备面对一切危险的士兵。
καὶ τὰ μὲν περὶ Πελοπόννησον ἐν τούτοις ἦν.
伯罗奔尼撒的事态就在这样的情况下。
§19.67.3Κάσανδρος δʼ ὁρῶν τοὺς Αἰτωλοὺς συναγωνιζομένους μὲν Ἀντιγόνῳ, πόλεμον δʼ ἔχοντας ὅμορον πρὸς Ἀκαρνᾶνας ἔκρινε συμφέρειν ἅμα συμμάχους μὲν Ἀκαρνᾶνας ποιήσασθαι, ταπεινῶσαι δὲ τοὺς Αἰτωλούς.
卡山德看到埃托利亚人一方面与安提柯共同作战,另一方面又与邻近的阿卡纳尼亚人发生战争,认为同时将阿卡纳尼亚人纳为同盟、并削弱埃托利亚人是有利的。
διόπερ ἀναζεύξας ἐκ Μακεδονίας μετὰ δυνάμεως μεγάλης ἧκεν εἰς Αἰτωλίαν καὶ κατεστρατοπέδευσεν περὶ τὸν καλούμενον Καμπύλον ποταμόν·
因此,他率领大军从马其顿出发,来到埃托利亚,并在被称为坎皮路斯的河畔扎营。
§19.67.4συναγαγὼν δὲ τοὺς Ἀκαρνᾶνας εἰς κοινὴν ἐκκλησίαν καὶ διελθὼν ὅτι πόλεμον ἔχουσιν ὅμορον ἐκ παλαιῶν χρόνων, συνεβούλευεν ἐκ τῶν ἀνοχύρων καὶ μικρῶν χωρίων εἰς ὀλίγας πόλεις μετοικῆσαι, ὅπως μὴ διεσπαρμένης τῆς οἰκήσεως ἀδυνατῶσιν ἀλλήλοις βοηθεῖν καὶ πρὸς τὰς ἀπροσδοκήτους τῶν πολεμίων ἐπιθέσεις δυσχερῶς ἀθροίζωνται.
他召集阿卡纳尼亚人举行联席大会,详细说明他们自古以来就与邻国发生战争,并建议他们从无防备的小村庄迁移到少数几个城市,以免由于住所分散而无法互相协助,也免得在面对敌人突如其来的袭击时难以集结。
πεισθέντων δὲ τῶν Ἀκαρνάνων οἱ πλεῖστοι μὲν εἰς Στράτον πόλιν συνῴκησαν, ὀχυρωτάτην οὖσαν καὶ μεγίστην, Οἰνιάδαι δὲ καί τινες ἄλλοι συνῆλθον ἐπὶ Σαυρίαν, Δεριεῖς δὲ μεθʼ ἑτέρων εἰς Ἀγρίνιον.
阿卡纳尼亚人被说服后,他们中的大多数人一起居住到最坚固且最大的城市斯特拉托斯,而奥伊尼亚代人和一些其他人聚集到萨乌里亚,德里埃斯人则与其他一些人一起聚集到阿格里尼翁。
§19.67.5ὁ δὲ Κάσανδρος ἀπολιπὼν στρατηγὸν Λυκίσκον μετὰ τῶν ἱκανῶν στρατιωτῶν τούτῳ μὲν παρήγγειλε βοηθεῖν Ἀκαρνᾶσιν, αὐτὸς δὲ μετὰ δυνάμεως παρελθὼν ἐπὶ Λευκάδος τὴν πόλιν διὰ πρεσβείας προσηγάγετο.
卡山德留下了将军吕基斯科斯以及足够的士兵,命令他援助阿卡纳尼亚人,而他自己则率军前往莱夫卡斯,通过使节外交使该城归顺。
§19.67.6μετὰ δὲ ταῦτα τὴν ὁρμὴν ἐπὶ τὸν Ἀδρίαν ποιησάμενος Ἀπολλωνίαν ἐξ ἐφόδου παρέλαβεν.
此后,他朝亚得里亚海急进,一举攻占了阿波罗尼亚。
εἰς δὲ τὴν Ἰλλυρίδα προελθὼν καὶ διαβὰς τὸν Ἕβρον ποταμὸν παρετάξατο πρὸς Γλαυκίαν τὸν Ἰλλυριῶν βασιλέα.
他进入伊利里亚,渡过赫布罗斯河,列阵迎战伊利里亚国王格劳基亚斯。
§19.67.7περιγενόμενος δὲ τῇ μάχῃ πρὸς μὲν τοῦτον συνθήκας ἐποιήσατο, καθʼ ἃς οὐκ ἐξῆν τῷ Γλαυκίᾳ στρατεύειν ἐπὶ τοὺς Κασάνδρου συμμάχους, τὴν δὲ τῶν Ἐπιδαμνίων πόλιν προσαγαγόμενος καὶ φρουρὰν ἐγκαταστήσας ἐπανῆλθεν εἰς Μακεδονίαν.
他在战斗中获胜后,与后者签订了条约,根据该条约,格劳基亚斯不得对卡山德的盟友发动战争;在使埃皮达姆诺斯人的城市归顺并部署了守军之后,他回到了马其顿。

词汇与语法注释

  1. 19.67.1ἅμα δὲ τούτοις πρασσομένοις — 前置词 ἅμα 后面接与格 τούτοις πρασσομένοις(现在时被动分词),意思是“在进行这些事情的同时”。虽然其意义与属格独立结构(τούτων πρασσομένων)相同,但在语法上属于由 ἅμα 支配的与格结构。
  2. 19.67.1διετέλει γὰρ βοηθοῦσα ... καὶ ... ὑπολαμβάνουσα — 动词 διατελέω 后面接分词(此处为与主语 Cratesipolis 一致的阴性单数主格分词 βοηθοῦσα 和 ὑπολαμβάνουσα),表示动作的持续,译为“不断帮助……和资助……”。
  3. 19.67.2ἦν δὲ περὶ αὐτὴν καὶ σύνεσις πραγματικὴ καὶ τόλμα μείζων ἢ κατὰ γυναῖκα — 句式 ἦν ... περὶ αὐτήν(字面意为“在她周围有……”)表示她所具备的品质,即“她拥有……”。在比较级 μείζων 之后的 ἢ κατὰ γυναῖκα 属于习惯表达,意为“超越了女性的常规(能力)”。
  4. 19.67.4ὅπως μὴ διεσπαρμένης τῆς οἰκήσεως ἀδυνατῶσιν ... καὶ ... δυσχερῶς ἀθροίζωνται — 由 ὅπως μή 引导的否定目的从句,其动词为虚拟语气形式的 ἀδυνατῶσιν(现在时主动第三人称复数)和 ἀθροίζωνται(现在时中/被动第三人称复数)。中间插入的 διεσπαρμένης τῆς οἰκήσεως 是表示原因或条件的属格独立结构(“因为住所分散”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.67.1-19.67.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.67.1-19.67.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。