§19.67.1ἅμα δὲ τούτοις πρασσομένοις Ἀλέξανδρος μὲν ὁ Πολυπέρχοντος ἐκ Σικυῶνος ἀναζευγνύων μετὰ τῆς δυνάμεως ὑπʼ Ἀλεξίωνος τοῦ Σικυωνίου καί τινων ἄλλων προσποιουμένων εἶναι φίλων ἀνῃρέθη, ἡ δὲ γυνὴ Κρατησίπολις διαδεξαμένη τὰ πράγματα συνεῖχε τὸ στρατόπεδον, ἀγαπωμένη διαφερόντως ὑπὸ τῶν στρατιωτῶν διὰ τὰς εὐεργεσίας·
これらの事柄が行われているのと同時に、ポリュペルコンの子アレクサンドロスはシキオンから軍勢を率いて移動している最中に、シキオン人のアレクシオンおよび友人であるふりをしていた他の数人によって暗殺された。 しかし、妻のクラテシポリスが実権を引き継いで軍隊をまとめ上げ、その恩恵ゆえに兵士たちから際立って愛されていた。
διετέλει γὰρ βοηθοῦσα τοῖς ἀτυχοῦσι καὶ πολλοὺς τῶν ἀπόρων ὑπολαμβάνουσα.
というのも、彼女は不幸な人々を絶えず助け、多くの貧しい人々を援助していたからである。
§19.67.2ἦν δὲ περὶ αὐτὴν καὶ σύνεσις πραγματικὴ καὶ τόλμα μείζων ἢ κατὰ γυναῖκα·
また彼女には、実務的な知性と、女性の域を超える大胆さがあった。
τῶν γὰρ Σικυωνίων καταφρονησάντων αὐτῆς διὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν καὶ συνδραμόντων μετὰ τῶν ὅπλων ἐπὶ τὴν ἐλευθερίαν παραταξαμένη καὶ νικήσασα πολλοὺς μὲν ἀνεῖλε, συλλαβοῦσα δὲ περὶ τριάκοντα τὸν ἀριθμὸν ἀνεσταύρωσεν.
シキオンの人々が夫の死を理由に彼女を侮り、自由を求めて武装して一斉に蜂起したとき、彼女は陣を敷いて戦って勝利し、多くの者を殺害し、およそ30人ほどを捕らえて磔刑に処した。
ἀσφαλισαμένη δὲ τὰ κατὰ τὴν πόλιν ἐδυνάστευε τῶν Σικυωνίων, ἔχουσα πολλοὺς στρατιώτας ἑτοίμους εἰς πάντα κίνδυνον.
そして市内の情勢を安定させると、シキオン人たちを支配し、あらゆる危険に対して準備のできている多くの兵士を擁していた。
καὶ τὰ μὲν περὶ Πελοπόννησον ἐν τούτοις ἦν.
ペロポネソスに関する事柄は、このような状態にあった。
§19.67.3Κάσανδρος δʼ ὁρῶν τοὺς Αἰτωλοὺς συναγωνιζομένους μὲν Ἀντιγόνῳ, πόλεμον δʼ ἔχοντας ὅμορον πρὸς Ἀκαρνᾶνας ἔκρινε συμφέρειν ἅμα συμμάχους μὲν Ἀκαρνᾶνας ποιήσασθαι, ταπεινῶσαι δὲ τοὺς Αἰτωλούς.
カッサンドロスは、アイトリア人がアンティゴノスとともに戦っている一方で、隣接するアカルナニア人とも戦争状態にあるのを見て、アカルナニア人を同盟者とし、同時にアイトリア人を弱体化させることが有益であると判断した。
διόπερ ἀναζεύξας ἐκ Μακεδονίας μετὰ δυνάμεως μεγάλης ἧκεν εἰς Αἰτωλίαν καὶ κατεστρατοπέδευσεν περὶ τὸν καλούμενον Καμπύλον ποταμόν·
それゆえ、大軍を率いてマケドニアから出発し、アイトリアに到着し、カンピュロスと呼ばれる川のほとりに陣を敷いた。
§19.67.4συναγαγὼν δὲ τοὺς Ἀκαρνᾶνας εἰς κοινὴν ἐκκλησίαν καὶ διελθὼν ὅτι πόλεμον ἔχουσιν ὅμορον ἐκ παλαιῶν χρόνων, συνεβούλευεν ἐκ τῶν ἀνοχύρων καὶ μικρῶν χωρίων εἰς ὀλίγας πόλεις μετοικῆσαι, ὅπως μὴ διεσπαρμένης τῆς οἰκήσεως ἀδυνατῶσιν ἀλλήλοις βοηθεῖν καὶ πρὸς τὰς ἀπροσδοκήτους τῶν πολεμίων ἐπιθέσεις δυσχερῶς ἀθροίζωνται.
そしてアカルナニア人たちを民会に集め、彼らが古くから隣国との戦争を抱えていることを詳しく説明した上で、無防備で小さな村々から少数の都市へと移住することを勧めた。 それは、彼らの住居が分散しているために、互いに助け合うことができなくなったり、敵の予期せぬ攻撃に対して集結するのが困難になったりしないようにするためであった。
πεισθέντων δὲ τῶν Ἀκαρνάνων οἱ πλεῖστοι μὲν εἰς Στράτον πόλιν συνῴκησαν, ὀχυρωτάτην οὖσαν καὶ μεγίστην, Οἰνιάδαι δὲ καί τινες ἄλλοι συνῆλθον ἐπὶ Σαυρίαν, Δεριεῖς δὲ μεθʼ ἑτέρων εἰς Ἀγρίνιον.
アカルナニア人たちが説得に応じると、彼らの大半は、最も堅固で最大の都市であるストラトスに集まって住み、オイニアダイの人々や他の幾人かはサウリアに集まり、デリエイスの人々は他の人々とともにアグリニオンに集まった。
§19.67.5ὁ δὲ Κάσανδρος ἀπολιπὼν στρατηγὸν Λυκίσκον μετὰ τῶν ἱκανῶν στρατιωτῶν τούτῳ μὲν παρήγγειλε βοηθεῖν Ἀκαρνᾶσιν, αὐτὸς δὲ μετὰ δυνάμεως παρελθὼν ἐπὶ Λευκάδος τὴν πόλιν διὰ πρεσβείας προσηγάγετο.
カッサンドロスは、十分な数の兵士とともにリュキスコスを将軍として残し、彼にはアカルナニア人を支援するよう命じ、自身は軍勢を率いてレウカスへと進み、使節交渉を通じてその都市を帰順させた。
§19.67.6μετὰ δὲ ταῦτα τὴν ὁρμὴν ἐπὶ τὸν Ἀδρίαν ποιησάμενος Ἀπολλωνίαν ἐξ ἐφόδου παρέλαβεν.
この後、アドリア海へと急進し、アポロニアを急襲によって奪取した。
εἰς δὲ τὴν Ἰλλυρίδα προελθὼν καὶ διαβὰς τὸν Ἕβρον ποταμὸν παρετάξατο πρὸς Γλαυκίαν τὸν Ἰλλυριῶν βασιλέα.
そしてイリュリアへと進んでヘブロス川を渡り、イリュリア人の王グラウキアスに対して陣を敷いた。
§19.67.7περιγενόμενος δὲ τῇ μάχῃ πρὸς μὲν τοῦτον συνθήκας ἐποιήσατο, καθʼ ἃς οὐκ ἐξῆν τῷ Γλαυκίᾳ στρατεύειν ἐπὶ τοὺς Κασάνδρου συμμάχους, τὴν δὲ τῶν Ἐπιδαμνίων πόλιν προσαγαγόμενος καὶ φρουρὰν ἐγκαταστήσας ἐπανῆλθεν εἰς Μακεδονίαν.
戦いで勝利を収めると、彼との間で条約を結んだが、それによれば、グラウキアスがカッサンドロスの同盟者に対して軍事行動を起こすことは許されなかった。 また、エピダムノス人の都市を服従させて守備隊を配置し、マケドニアへと帰還した。