Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.66.1-19.66.6

阿里斯托德莫斯在伯罗奔尼撒的转战

第 143 段,共 301 段 · 希腊语

内容简介

安提柯麾下的将军阿里斯托德莫斯在伯罗奔尼撒解除了库勒涅之围,并解放了帕特莱与艾吉翁,但后者因士兵掠夺而蒙受损失。随后,迪美居民筑墙围攻卫城,招致亚历山大的残酷报复,但后来他们又借助阿里斯托德莫斯的雇佣军再次起义夺回城市。

§19.66.1τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Νικόδωρος, ἐν Ῥώμῃ δʼ ἦσαν ὕπατοι Λεύκιος Παπείριος τὸ τέταρτον καὶ Κόιντος Πόπλιος τὸ δεύτερον.
当年岁逝去,尼科多罗斯在雅典担任执政官,而在罗马,卢基乌斯·帕皮里乌斯第四次担任执政官,奎因图斯·普布利乌斯第二次担任执政官。
§19.66.2ἐπὶ δὲ τούτων Ἀριστόδημος μὲν ὁ κατασταθεὶς ὑπʼ Ἀντιγόνου στρατηγὸς ὡς ἐπύθετο τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος ἀπόστασιν, ἐπὶ τοῦ κοινοῦ τῶν Αἰτωλῶν δικαιολογησάμενος προετρέψατο τὰ πλήθη βοηθεῖν τοῖς Ἀντιγόνου πράγμασιν, αὐτὸς δὲ μετὰ τῶν μισθοφόρων διαβὰς ἐκ τῆς Αἰτωλίας εἰς Πελοπόννησον κατέλαβεν Ἀλέξανδρόν τε καὶ τοὺς Ἠλείους πολιορκοῦντας τὴν Κυλλήνην, εὐκαίρως δὲ τοῖς κινδυνεύουσιν ἐπιφανεὶς ἔλυσε τὴν πολιορκίαν.
在他们任内,被安提柯任命为将军的阿里斯托德莫斯得知波留佩孔之子亚历山大背叛的消息后,在埃托利亚人的联盟大会上进行了申辩,并促使民众支持安提柯的大业;他自己则率领雇工从埃托利亚渡海前往伯罗奔尼撒,发现亚历山大和伊利斯人正在围攻库勒涅,他及时出现在处于危险之中的人们面前,解除了围困。
§19.66.3καταλιπὼν δʼ ἐνταῦθα τοὺς παρεξομένους τῷ φρουρίῳ τὴν ἀσφάλειαν ἀνέζευξεν εἰς τὴν Ἀχαΐαν καὶ Πάτρας μὲν ἠλευθέρωσε φρουρουμένας ὑπὸ τῶν Κασάνδρου στρατιωτῶν, Αἴγιον δὲ ἐκπολιορκήσας τῆς τε φρουρᾶς ἐκυρίευσε καὶ τοῖς Αἰγιεῦσι κατὰ δόγμα τὴν ἐλευθερίαν βουλόμενος ἀποκαταστῆσαι διὰ ταύτην τὴν περίστασιν ἐκωλύθη· τῶν γὰρ στρατιωτῶν τραπέντων πρὸς ἁρπαγὴν πολλοὶ μὲν ἀπεσφάγησαν τῶν Αἰγιέων, πλεῖσται δὲ τῶν οἰκιῶν διεφθάρησαν.
他在那里留下了保护堡垒安全的人员,随后向阿开亚进军,解放了由卡山德士兵驻守的帕特莱;在攻占艾吉翁并控制了守军之后,他本想根据法令恢复艾吉翁人的自由,但由于以下情况而受到阻碍:因为士兵们转而进行掠夺,许多艾吉翁人被屠杀,大部分房屋被摧毁。
§19.66.4μετὰ δὲ ταῦτα διαπλεύσαντος εἰς Αἰτωλίαν αὐτοῦ Δυμαῖοι, φρουρὰν ἔχοντες παρὰ Κασάνδρου, διετείχισαν τὴν πόλιν, ὥστε κατʼ ἰδίαν οὖσαν ἀπὸ τῆς ἀκροπόλεως διεζεῦχθαι. παρακαλέσαντες δʼ ἀλλήλους ἀντέχεσθαι τῆς αὐτονομίας περιεστρατοπέδευσαν
在此之后,当他乘船渡往埃托利亚时,接受了卡山德守军的迪美居民筑墙隔断了城市,使其自成一体,与卫城分离;他们互相激励要坚持自治,便在四周扎营,包围卫城,并连续发动进攻。
§19.66.5τὴν ἄκραν καὶ συνεχεῖς προσβολὰς ἐποιοῦντο ἃ δὴ πυθόμενος ὁ Ἀλέξανδρος ἧκεν μετὰ δυνάμεως καὶ βιασάμενος ἐντὸς τοῦ τείχους ἐκυρίευσε τῆς πόλεως, τῶν δὲ Δυμαίων τοὺς μὲν ἀπέσφαξεν, τοὺς δʼ εἰς φυλακὴν ἀπέθετο, πολλοὺς δὲ ἐφυγάδευσεν.
亚历山大得知此事后,率军前来,强行攻入城墙内部,占领了城市;在迪美居民中,他屠杀了部分人,将部分人投入监狱,并将许多人流放。
§19.66.6οἱ δὲ περιλειφθέντες ἀπαλλαγέντος ἐκ τῆς πόλεως Ἀλεξάνδρου χρόνον μέν τινα τὴν ἡσυχίαν ἦγον, καταπεπληγμένοι τὸ μέγεθος τῆς συμφορᾶς, ἅμα δὲ καὶ συμμάχων ὄντες ἔρημοι· μετὰ δέ τινα χρόνον ἐξ Αἰγίου τοὺς Ἀριστοδήμου μισθοφόρους μεταπεμψάμενοι πάλιν ἐπέθεντο τῇ φρουρᾷ καὶ κυριεύσαντες τῆς ἄκρας τὴν μὲν πόλιν ἠλευθέρωσαν, τῶν δὲ καταλειφθέντων τοὺς πλείστους ἀποσφάξαντες συνανεῖλαν καὶ τῶν ἰδίων πολιτῶν ὅσοι πρὸς Ἀλέξανδρον εἶχον φιλίαν.
残存的人在亚历山大离开城市后,在一段时间内保持着平静,因为他们被这场灾难的巨大程度所震慑,同时也缺乏同盟者;但过了一段时间,他们从艾吉翁召来阿里斯托德莫斯的雇佣军,再次袭击了守军,并在占领卫城后解放了城市,将留下的守军大部屠杀,连同他们自己公民中与亚历山大友好的所有人都一起消灭了。

词汇与语法注释

  1. 19.66.2ἐπὶ τοῦ κοινοῦ τῶν Αἰτωλῶν — 前置词 ἐπί 伴随属格在此意为“在……面前”或“在……之中”。它表明阿里斯托德莫斯是在埃托利亚人的联邦大会或议会(koinon)席位上申辩自己的立场。
  2. 19.66.3βουλόμενος ἀποκαταστῆσαι διὰ ταύτην τὴν περίστασιν ἐκωλύθη — 表达主语(阿里斯托德莫斯)意图的分词 βουλόμενος 与被动语态的主动词 ἐκωλύθη(被阻碍)相结合,传达了一种让步或对比的语气(“虽然他希望……但被阻碍了”)。阻碍的原因由 διὰ ταύτην τὴν περίστασιν(由于这一情况)指出,并在随后由 γάρ 引导的从句中具体说明(士兵的掠夺)。
  3. 19.66.4ὥστε κατʼ ἰδίαν οὖσαν ἀπὸ τῆς ἀκροπόλεως διεζεῦχθαι — 由 ὥστε 引导的结果从句。不定式 διεζεῦχθαι(被分离)在逻辑上的主语是前句的直接宾语 τὴν πόλιν(城市),该词由形容词性分词短语 κατʼ ἰ慢 ἰδίαν οὖσαν(独自存在、孤立的)修饰。
  4. 19.66.6καταπεπληγμένοι τὸ μέγεθος τῆς συμφορᾶς — 伴随被动分词 καταπεπληγμένοι(被震慑、惊恐)的宾格 τὸ μέγεθος 是一个关系宾格(或表示精神受动影响的直接宾格),表示他们“就这场灾难的巨大程度而言”受到了震慑。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.66.1-19.66.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.66.1-19.66.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。