Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.50.1-19.50.8

奥林匹娅斯投降与皮德纳陷落

第 127 段,共 301 段 · 希腊语

内容简介

面对饥荒的奥林匹娅斯被迫投降,卡山德在保证其人身安全的前提下占领了皮德纳。其忠臣莫尼穆斯和阿里斯托诺斯也在收到她的手信后,分别向卡山德交出了佩拉和安菲波利斯。

§19.50.1τοῦ δʼ ἔαρος ἀρχομένου καὶ τῆς ἐνδείας ἀεὶ μᾶλλον αὐξανομένης συνέδραμον πολλοὶ τῶν στρατιωτῶν καὶ τὴν Ὀλυμπιάδα παρεκάλουν αὐτοὺς ἀφεῖναι διὰ τὴν ἀπορίαν.
初春时节,随着饥荒日益加剧,许多士兵聚集在一起,请求奥林匹娅斯允许他们因困窘而离开。
ἡ δὲ οὔτε σιτομετρεῖν αὐτοὺς δυναμένη τὸ παράπαν οὔτε τὴν πολιορκίαν λῦσαι συνεχώρησεν ἀπαλλάττεσθαι.
由于她既无法给他们配给口粮,又无法解除包围,便同意了他们离去。
§19.50.2ὁ δὲ Κάσανδρος προσδεξάμενος ἅπαντας τοὺς αὐτομολήσαντας καὶ φιλανθρώπως χρησάμενος διαπέστειλεν ἐπὶ τὰς πόλεις·
卡山德接纳了所有投降的人并予以宽待,随后将他们遣送到各个城市。
ἤλπιζε γὰρ παρὰ τούτων πυθομένους τοὺς Μακεδόνας τὴν Ὀλυμπιάδος ἀσθένειαν ἀπελπιεῖν αὐτῆς τὰ πράγματα.
因为他希望马其顿人从这些人那里得知奥林匹娅斯的虚弱后,会对她的前途彻底绝望。
§19.50.3οὐ κακῶς δʼ αὐτοῦ στοχασαμένου περὶ τοῦ μέλλοντος οἱ μὲν συναγωνίζεσθαι διεγνωκότες τοῖς πολιορκουμένοις μετενόησαν καὶ πρὸς Κάσανδρον ἀπεχώρησαν, μόνοι δὲ τῶν ἐν Μακεδονίᾳ τὴν εὔνοιαν διεφύλαξαν Ἀριστόνους καὶ Μόνιμος, ὧν Ἀριστόνους μὲν Ἀμφιπόλεως ἐκυρίευεν, §19.50.4ὁ δʼ ἕτερος Πέλλης.
正如卡山德对未来的预料没有落空,那些曾决定与被围困者并肩作战的人改变了主意,投奔了卡山德。 在马其顿人中,只有阿里斯托诺斯和莫尼穆斯坚守着忠诚。 其中,阿里斯托诺斯控制着安菲波利斯,而另一位则控制着佩拉。
ἡ δʼ Ὀλυμπιὰς ὁρῶσα τοὺς μὲν πλείους μεταθεμένους πρὸς Κάσανδρον, τοὺς δʼ ὑπολοίπους τῶν φίλων οὐκ ἰσχύοντας βοηθεῖν, ἐπεχείρησε πεντήρη ναῦν κατασπᾶν καὶ διὰ ταύτης αὑτήν τε καὶ τοὺς φίλους σώζειν.
奥林匹娅斯看到大多数人已经倒向卡山德,而剩下的朋友也无力相助,便企图将一艘五段铎船推入海中,借此拯救自己和朋友们。
§19.50.5αὐτομόλου δέ τινος τὸ γινόμενον ἀπαγγείλαντος τοῖς πολεμίοις ὁ μὲν Κάσανδρος ἐπιπλεύσας ἐκυρίευσε τοῦ σκάφους, ἡ δʼ Ὀλυμπιὰς ἀπογνοῦσα τὰ καθʼ αὑτὴν πρέσβεις ἐξέπεμψε περὶ διαλύσεων.
但因一名逃兵将这一企图告知了敌军,卡山德便乘船合围并夺取了该船。 奥林匹娅斯对自己的处境感到绝望,于是派出了使者商讨投降条件。
οἰομένου δὲ δεῖν τοῦ Κασάνδρου τὰ καθʼ αὑτὴν ἐπιτρέπειν μόγις ἔπεισεν ὥστε μόνην ἐξαίρετον λαβεῖν τὴν τοῦ σώματος ἀσφάλειαν.
卡山德认为她必须无条件听凭处置,但她最终还是勉强说服了他,使自己获得了唯一的特权,即人身安全得到保障。
§19.50.6Κάσανδρος δὲ κυριεύσας τῆς πόλεως ἐξέπεμψε τοὺς παραληψομένους τήν τε Πέλλαν καὶ τὴν Ἀμφίπολιν.
卡山德控制该城后,便派人前去接管佩拉和安菲波利斯。
§19.50.7ὁ μὲν οὖν τῆς Πέλλης κυριεύων Μόνιμος ἀκούσας τὰ συμβάντα περὶ τὴν Ὀλυμπιάδα παρέδωκε τὴν πόλιν·
控制佩拉的莫尼穆斯听闻关于奥林匹娅斯所发生的事后,便献出了城市。
ὁ δʼ Ἀριστόνους τὸ μὲν πρῶτον ἀντέχεσθαι τῶν πραγμάτων διεγνώκει, στρατιώτας τε συχνοὺς ἔχων καὶ προσφάτως εὐημερηκώς·
但阿里斯托诺斯起初决定坚持抵抗,因为他拥兵甚众,且最近刚刚取得胜利。
ὀλίγαις γὰρ ἔμπροσθεν ἡμέραις παραταξάμενος πρὸς τὸν Κασάνδρου στρατηγὸν Κρατεύαν τοὺς πλείστους μὲν ἀνεῖλε τῶν ἀντιταχθέντων, αὐτὸν δὲ τὸν Κρατεύαν μετὰ δισχιλίων φυγόντα τῆς Βισαλτίας εἰς Βεδύνδια περιστρατοπεδεύσας ἐξεπολιόρκησε καὶ τὰ ὅπλα παρελόμενος ὑπόσπονδον ἀφῆκε.
因为就在几天前,他与卡山德的将领克拉特乌斯交战,歼灭了大部分敌军,并包围了带着两千人从比萨尔提亚逃往贝敦迪亚的克拉特乌斯本人,迫使其屈服,在缴获其武器后,根据协约将其释放。
§19.50.8διὰ δὲ ταῦτα ἐπαιρόμενος καὶ τὸν Εὐμενοῦς θάνατον ἀγνοῶν, ἔτι δὲ τοὺς περὶ Ἀλέξανδρον καὶ Πολυπέρχοντα νομίζων συνεπιλήψεσθαι τὴν Ἀμφίπολιν οὐκ ἔφη παραδώσειν.
他因这些功绩而意气风发,又不知欧墨尼斯已死,且认为亚历山大和波利伯孔的人马会前来援助,因此声称绝不交出安菲波利斯。
ἐπεὶ δὲ ἔγραψε πρὸς αὐτὸν Ὀλυμπιὰς ἀπαιτοῦσα τὴν πίστιν καὶ κελεύουσα παραδοῦναι, διαλαβὼν ἀναγκαῖον εἶναι τὸ προστασσόμενον ποιεῖν, τήν τε πόλιν ἐνεχείρισε καὶ τὰ πιστὰ περὶ τῆς ἀσφαλείας ἔλαβεν.
但当奥林匹娅斯写信给他,要求他履行忠诚并命令他投降时,他认为必须执行命令,于是交出了城市,并得到了关于人身安全的保证。

词汇与语法注释

  1. 19.50.2ἤλπιζε γὰρ παρὰ τούτων πυθομένους τοὺς Μακεδόνας τὴν Ὀλυμπιάδος ἀσθένειαν ἀπελπιεῖν αὐτῆς τὰ πράγματα. — 在此带对格的不定式结构中,将来时不定式 ἀπελπιεῖν(源自 ἀπελπίζω,“对……绝望”)的逻辑主语是 τοὺς Μακεδόνας,对格分词 πυθομένους(πυνθάνομαι 的第二不定过去时)与之保持一致。αὐτῆς τὰ πράγματα 是 ἀπελπιεῖν 的直接宾语,而 τὴν Ὀλυμπιάδος ἀσθένειαν 则是分词 πυθομένους 的直接宾语。
  2. 19.50.4ὁ δʼ ἕτερος Πέλλης. — 根据前句 ὧν Ἀ里斯托诺斯 μὲν Ἀμφιπόλεως ἐκυρίευεν(其中阿里斯托诺斯控制着安菲波利斯)的平行关系,此处省略了动词 ἐκυρίευεν。Πέλλης 是专有名词 Πέλλα(佩拉)的单数属格形式,表明动词 κυριεύω 支配属格。
  3. 19.50.5οἰομένου δὲ δεῖν τοῦ Κασάνδρου τὰ καθʼ αὑτὴν ἐπιτρέπειν — οἰομένου... τοῦ Κασάνδρου 是属格独立结构。省略了 δεῖν 的对格主语(指代奥林匹娅斯或其一方),该主语支配不定式 ἐπιτρέπειν(此处作不及物或反身用法,意为“无条件投降”或“托付自身事务”)。τὰ καθ' αὑτήν 是表示“关于她自身的事物”的对格直接宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.50.1-19.50.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.50.1-19.50.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。