§19.50.1τοῦ δʼ ἔαρος ἀρχομένου καὶ τῆς ἐνδείας ἀεὶ μᾶλλον αὐξανομένης συνέδραμον πολλοὶ τῶν στρατιωτῶν καὶ τὴν Ὀλυμπιάδα παρεκάλουν αὐτοὺς ἀφεῖναι διὰ τὴν ἀπορίαν.
春が始まり、飢餓がますます激しくなる中、多くの兵士が集まり、極限の困窮を理由に自分たちを去らせるようオリュンピアスに求めた。
ἡ δὲ οὔτε σιτομετρεῖν αὐτοὺς δυναμένη τὸ παράπαν οὔτε τὴν πολιορκίαν λῦσαι συνεχώρησεν ἀπαλλάττεσθαι.
彼女は、彼らに食糧を配給することも、包囲を解くことも全くできなかったので、立ち去ることを許可した。
§19.50.2ὁ δὲ Κάσανδρος προσδεξάμενος ἅπαντας τοὺς αὐτομολήσαντας καὶ φιλανθρώπως χρησάμενος διαπέστειλεν ἐπὶ τὰς πόλεις·
カサンドロスは、投降してきた者たちすべてを受け入れ、寛大に扱ったうえで、各地の都市へと送り出した。
ἤλπιζε γὰρ παρὰ τούτων πυθομένους τοὺς Μακεδόνας τὴν Ὀλυμπιάδος ἀσθένειαν ἀπελπιεῖν αὐτῆς τὰ πράγματα.
というのも、マケドニア人たちが彼らからオリュンピアスの無力さを聞けば、彼女の前途に見切りをつけるだろうと期待したからである。
§19.50.3οὐ κακῶς δʼ αὐτοῦ στοχασαμένου περὶ τοῦ μέλλοντος οἱ μὲν συναγωνίζεσθαι διεγνωκότες τοῖς πολιορκουμένοις μετενόησαν καὶ πρὸς Κάσανδρον ἀπεχώρησαν, μόνοι δὲ τῶν ἐν Μακεδονίᾳ τὴν εὔνοιαν διεφύλαξαν Ἀριστόνους καὶ Μόνιμος, ὧν Ἀριστόνους μὲν Ἀμφιπόλεως ἐκυρίευεν, §19.50.4ὁ δʼ ἕτερος Πέλλης.
彼が将来について誤らずに見通したため、包囲されている者たちと共に戦うことを決意していた者たちは心変わりし、カサンドロスの方へと離脱していった。 マケドニアにいる者たちのうち、アリストヌースとモニモスだけが忠誠を守り通した。 彼らのうちアリストヌースはアンフィポリスを支配しており、もう一方はペラを支配していた。
ἡ δʼ Ὀλυμπιὰς ὁρῶσα τοὺς μὲν πλείους μεταθεμένους πρὸς Κάσανδρον, τοὺς δʼ ὑπολοίπους τῶν φίλων οὐκ ἰσχύοντας βοηθεῖν, ἐπεχείρησε πεντήρη ναῦν κατασπᾶν καὶ διὰ ταύτης αὑτήν τε καὶ τοὺς φίλους σώζειν.
一方、オリュンピアスは、大半の者がカサンドロスに寝返り、残りの味方には援助する力が残っていないのを見て、五段橈船を進水させて、それによって自身と味方たちを救おうと試みた。
§19.50.5αὐτομόλου δέ τινος τὸ γινόμενον ἀπαγγείλαντος τοῖς πολεμίοις ὁ μὲν Κάσανδρος ἐπιπλεύσας ἐκυρίευσε τοῦ σκάφους, ἡ δʼ Ὀλυμπιὰς ἀπογνοῦσα τὰ καθʼ αὑτὴν πρέσβεις ἐξέπεμψε περὶ διαλύσεων.
しかし、一人の脱走兵がこの企てを敵に告げたため、カサンドロスは船を派遣してその船を拿捕した。 オリュンピアスは自身の形勢を絶望視し、降伏交渉のための使節を送った。
οἰομένου δὲ δεῖν τοῦ Κασάνδρου τὰ καθʼ αὑτὴν ἐπιτρέπειν μόγις ἔπεισεν ὥστε μόνην ἐξαίρετον λαβεῖν τὴν τοῦ σώματος ἀσφάλειαν.
カサンドロスは彼女が無条件で全てを委ねるべきだと考えたが、彼女は、ただ自身の生命の安全を保障されるという特別な条件を得ることで、辛うじて合意させた。
§19.50.6Κάσανδρος δὲ κυριεύσας τῆς πόλεως ἐξέπεμψε τοὺς παραληψομένους τήν τε Πέλλαν καὶ τὴν Ἀμφίπολιν.
カサンドロスは都市を支配下に置くと、ペラとアンフィポリスを引き渡させるための使者たちを派遣した。
§19.50.7ὁ μὲν οὖν τῆς Πέλλης κυριεύων Μόνιμος ἀκούσας τὰ συμβάντα περὶ τὴν Ὀλυμπιάδα παρέδωκε τὴν πόλιν·
そこで、ペラを支配していたモニモスは、オリュンピアスの身に起こったことを聞いて都市を引き渡した。
ὁ δʼ Ἀριστόνους τὸ μὲν πρῶτον ἀντέχεσθαι τῶν πραγμάτων διεγνώκει, στρατιώτας τε συχνοὺς ἔχων καὶ προσφάτως εὐημερηκώς·
しかしアリストヌースは、多くの兵士を擁し、最近勝利を収めたばかりであったため、当初は抵抗を続ける決意を固めていた。
ὀλίγαις γὰρ ἔμπροσθεν ἡμέραις παραταξάμενος πρὸς τὸν Κασάνδρου στρατηγὸν Κρατεύαν τοὺς πλείστους μὲν ἀνεῖλε τῶν ἀντιταχθέντων, αὐτὸν δὲ τὸν Κρατεύαν μετὰ δισχιλίων φυγόντα τῆς Βισαλτίας εἰς Βεδύνδια περιστρατοπεδεύσας ἐξεπολιόρκησε καὶ τὰ ὅπλα παρελόμενος ὑπόσπονδον ἀφῆκε.
というのも、わずか数日前にカサンドロスの将軍クラテウアスと対峙し、敵対した者の大半を討ち、ビスアルティアから二千人の兵を連れてベデュンディアへと逃走したクラテウアス自身をも、包囲して降伏させ、武器を奪ったうえで安全を保証する協定のもとに解放していたからである。
§19.50.8διὰ δὲ ταῦτα ἐπαιρόμενος καὶ τὸν Εὐμενοῦς θάνατον ἀγνοῶν, ἔτι δὲ τοὺς περὶ Ἀλέξανδρον καὶ Πολυπέρχοντα νομίζων συνεπιλήψεσθαι τὴν Ἀμφίπολιν οὐκ ἔφη παραδώσειν.
こうしたことから気勢を上げ、またエウメネスの死を知らず、さらにアレクサンドロスやポリュペルコンの一派が力になってくれると考えていたため、アンフィポリスを引き渡さないと言い張った。
ἐπεὶ δὲ ἔγραψε πρὸς αὐτὸν Ὀλυμπιὰς ἀπαιτοῦσα τὴν πίστιν καὶ κελεύουσα παραδοῦναι, διαλαβὼν ἀναγκαῖον εἶναι τὸ προστασσόμενον ποιεῖν, τήν τε πόλιν ἐνεχείρισε καὶ τὰ πιστὰ περὶ τῆς ἀσφαλείας ἔλαβεν.
しかし、オリュンピアスが彼に対して忠誠を求め、引き渡すように命じる手紙を送ると、命じられたことを実行するのが不可避であると判断し、都市を引き渡し、身の安全に関する保証を取り付けた。