§19.49.1ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν πραχθέντα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὴν Εὐρώπην καὶ τὰ συνεχῆ τῶν προειρημένων διέξιμεν.
我们既然已经叙述完在亚洲所发生的事情,就将把叙述转向欧洲,并详细说明前述事件的后续发展。
ὁ γὰρ Κάσανδρος εἰς Πύδναν τῆς Μακεδονίας συγκεκλεικὼς Ὀλυμπιάδα προσβολὰς μὲν τοῖς τείχεσιν ἠδυνάτει ποιεῖσθαι διὰ τοὺς χειμῶνας, περιστρατοπεδεύσας δὲ τὴν πόλιν καὶ χάρακα βαλόμενος ἀπὸ θαλάσσης εἰς θάλασσαν, ἔτι δὲ ἐφορμῶν τῷ λιμένι πάντα βουλόμενον ἐπικουρῆσαι διεκώλυεν.
因为卡山德虽然将奥林匹娅斯困在马其顿的皮德纳,但由于冬季的原因而无法对城墙发起进攻,于是他包围了这座城市,并筑起一道从海延伸到海的壕堑(栅栏),此外还封锁了港口,阻碍了任何想要前来援助的人。
§19.49.2ταχὺ δὲ τῶν ἐπιτηδείων ἐξαναλωθέντων τοσαύτην περὶ τοὺς ἔνδον κατεσκεύασεν ἔνδειαν ὥστʼ ἐκλυθῆναι τὸ παράπαν· εἰς τοῦτο γὰρ ἦλθον ἀνάγκης ὥστε τῷ μὲν στρατιώτῃ σιτομετρεῖν χοίνικας πέντε τοῦ μηνός, τοῖς δʼ ἐλέφασι τοῖς κατακλεισθεῖσι διδόναι πρίοντας τὰς δοκούς, τὰ δʼ ὑποζύγια καὶ τοὺς ἵππους κατακόψαι πρὸς διατροφήν.
随着粮食很快被消耗殆尽,他使城内的人陷入了如此巨大的匮乏之中,以至于他们完全陷入了瘫痪(虚脱);因为他们陷入了这样的绝境之中:对每名士兵每月仅配给五科伊尼克斯的粮食,给被关起来的战象喂食锯开的木梁,并宰杀役畜和马匹以作食用。
§19.49.3τοιαύτης δὲ περιστάσεως κατεχούσης τὴν πόλιν καὶ τῆς Ὀλυμπιάδος ἔτι προσανεχούσης ταῖς ἔξωθεν ἐλπίσιν οἱ μὲν ἐλέφαντες ὑπὸ τῆς ἐνδείας διεφθάρησαν, τῶν δʼ ἱππέων οἱ μὲν ἔξω τάξεως ὄντες οὐ σιτομετρούμενοι τὸ παράπαν σχεδὸν ἅπαντες ἐτελεύτησαν, οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν τῆς ὁμοίας καταστροφῆς ἔτυχον.
在这种困境笼罩城市、且奥林匹娅斯仍然寄希望于外部援助的同时,战象因饥饿而死绝,而在骑兵中,那些处于编制之外、完全得不到粮食配给的人几乎全部死去了,士兵中也有不少人遭遇了同样的结局。
§19.49.4ἔνιοι δὲ τῶν βαρβάρων, τῆς φύσεως κατισχυούσης τὴν εὐλάβειαν, ἐσαρκοφάγουν ἀναλεγόμενοι τὰ σώματα τῶν ἀποθνησκόντων.
一些蛮族人由于求生的本能压倒了宗教上的禁忌,竟捡起死者的尸体,食其人肉。
ταχὺ δὲ τῆς πόλεως πληρουμένης νεκρῶν οἱ προεστηκότες τοῦ περὶ τὴν βασίλισσαν συστήματος τὰ μὲν κατώρυττον τῶν σωμάτων, τὰ δʼ ὑπὲρ τῶν τειχῶν ἐξερρίπτουν, ὥστʼ εἶναι καὶ τὴν θέαν τὴν τούτων ἀπεχθῆ καὶ τὴν δυσωδίαν ἀνυπομένητον μὴ μόνον γυναιξὶ βασιλίσσαις καὶ τρυφῆς οἰκείαις, ἀλλὰ καὶ τῶν στρατιωτῶν τοῖς εἰωθόσι κακοπαθεῖν.
由于城市很快就塞满了尸体,女王身边的随从首领们便将一部分尸体掩埋,另一部分则扔到城墙外,以至于这些尸体的景象令人作呕,恶臭也令人难以忍受,不仅对习惯于奢华生活的王室女性如此,甚至对那些习惯于吃苦耐劳的士兵们也是一样。