§19.51.1ὁ δὲ Κάσανδρος ὁρῶν περὶ τὸν Ἀριστόνουν ὑπάρχον ἀξίωμα διὰ τὴν παρʼ Ἀλεξάνδρου προαγωγὴν καὶ σπεύδων ἐκ ποδῶν ποιεῖν τοὺς δυναμένους νεωτερίζειν ἐπανεῖλε τὸν ἄνδρα διὰ τῶν Κρατεύα συγγενῶν.
卡山德看到阿里斯托诺斯因亚历山大的拔擢而享有极高声望,且急于铲除有能力发动叛乱的人,便通过克拉特乌斯的亲属杀害了此人。
προετρέψατο δὲ καὶ τοὺς οἰκείους τῶν ἀνῃρημένων ὑπʼ Ὀλυμπιάδος ἐν κοινῇ τῶν Μακεδόνων ἐκκλησίᾳ κατηγορεῖν τῆς προειρημένης γυναικός.
他还唆使那些被奥林匹娅斯杀害之人的亲属,在马其顿人的公共大会上控告前述妇人。
§19.51.2ὧν ποιησάντων τὸ προσταχθὲν καὶ τῆς μὲν Ὀλυμπιάδος οὔτε παρούσης οὔτε ἐχούσης τοὺς ἀπολογησομένους οἱ μὲν Μακεδόνες κατεγίνωσκον αὐτῆς θάνατον, ὁ δὲ Κάσανδρος πέμψας τινὰς τῶν φίλων πρὸς τὴν Ὀλυμπιάδα συνεβούλευε λάθρᾳ φυγεῖν, ἐπαγγελλόμενος αὐτῇ ναῦν παρασκευάσειν καὶ διακομιεῖν εἰς τὰς Ἀθήνας.
在他们执行了命令,且奥林匹娅斯既不在场也无人在场为其辩护的情况下,马其顿人判处她死刑;但卡山德派他的几位朋友去见奥林匹娅斯,建议她暗中逃走,并向她许诺会准备一艘船将她送往雅典。
§19.51.3τοῦτο δʼ ἔπραττεν οὐ τῆς σωτηρίας προνοούμενος, ἀλλʼ ἵνα καθʼ αὑτῆς φυγὴν καταγνοῦσα καὶ διαφθαρεῖσα κατὰ τὸν πλοῦν δόξῃ δικαίᾳ περιπεπτωκέναι τιμωρίᾳ·
他这样做并不是出于对她安全的考虑,而是为了让她通过逃跑自认其罪,并在航行途中被除掉,从而显得像是遭到了应有的惩罚。
εὐλαβεῖτο γὰρ ἅμα καὶ τὸ περὶ αὐτὴν ἀξίωμα καὶ τὸ τῶν Μακεδόνων εὐμετάβολον.
因为他同时防备着她的声望以及马其顿人反复无常的性格。
§19.51.4τῆς δὲ Ὀλυμπιάδος οὐ φαμένης φεύξεσθαι, τοὐναντίον δʼ ἑτοίμης οὔσης ἐν πᾶσι Μακεδόσι κριθῆναι ὁ Κάσανδρος φοβηθεὶς μήποτε τὸ πλῆθος ἀκοῦον τῆς βασιλίσσης ἀπολογουμένης καὶ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου πρὸς ἅπαν ἔθνος εὐεργεσιῶν ἀναμιμνησκόμενον μετανοήσῃ, διακοσίους τῶν στρατιωτῶν τοὺς ἐπιτηδειοτάτους ἀπέστειλε πρὸς αὐτήν, προστάξας ἀνελεῖν τὴν ταχίστην.
但由于奥林匹娅斯声明自己绝不逃跑,相反,她准备好在所有马其顿人面前接受审判,卡山德担心群众在听到王后的辩护并想起亚历山大和腓力对整个国家的恩惠后会改变心意,于是派出了两百名最得力的士兵去她那里,命令他们以最快的速度将其杀死。
§19.51.5οὗτοι μὲν οὖν παρεισπεσόντες εἰς τὴν βασιλικὴν οἰκίαν, ὡς ἴδον τὴν Ὀλυμπιάδα, καταιδεσθέντες τὸ περὶ αὐτὴν ἀξίωμα πάλιν ἀπεχώρησαν ἄπρακτοι·
这些人闯入王宫后,一见到奥林匹娅斯,便被她的威严所震慑,无功而返。
οἱ δὲ τῶν ἀνῃρημένων συγγενεῖς, Κασάνδρῳ τε χαρίζεσθαι βουλόμενοι καὶ τοῖς τετελευτηκόσιν ἀμῦναι, κατέσφαξαν τὴν βασίλισσαν, οὐδεμίαν ἀγεννῆ καὶ γυναικείαν προεμένην ἀξίωσιν.
然而,那些被杀害者的亲属,为了讨好卡山德并为死者报仇,将王后残忍杀害,而她临死也没有发出任何卑微或女人气的哀求。
Ὀλυμπιὰς μὲν οὖν, μέγιστον τῶν καθʼ αὑτὴν ἐσχηκυῖα ἀξίωμα καὶ γεγενημένη θυγάτηρ μὲν Νεοπτολέμου τοῦ βασιλέως τῶν Ἠπειρωτῶν, ἀδελφὴ δὲ Ἀλεξάνδρου τοῦ στρατεύσαντος εἰς Ἰταλίαν, ἔτι δὲ γυνὴ μὲν Φιλίππου τοῦ πλεῖστον ἰσχύσαντος τῶν πρὸ αὐτοῦ κατὰ τὴν Εὐρώπην δυναστευσάντων, μήτηρ δὲ Ἀλεξάνδρου τοῦ πλεῖστα καὶ κάλλιστα κατεργασαμένου τοιαύτης καταστροφῆς ἔτυχε.
奥林匹娅斯,这位在其同时代拥有最伟大尊严的女性,作为埃皮诺斯国王尼奥普托勒莫斯的女儿、远征意大利的亚历山大的姐妹、此外又是此前在欧洲统治者中最强有力的腓力的妻子,以及成就了最伟大、最辉煌功业的亚历山大(大王)的母亲,竟落得如此下场。