Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.25.1-19.25.7

安提柯的分化企图与欧墨尼斯的寓言

第 102 段,共 301 段 · 希腊语

内容简介

欧墨尼斯与安提柯两军因河流和深谷阻隔未能进行决战,安提柯企图通过使节拉拢敌军,但欧墨尼斯借寓言揭露其欺诈行径,成功维系了部下的团结。

§19.25.1ὡς δʼ ἡμέρας ὁδὸν ἀπέσχον ἀπʼ ἀλλήλων τὰ στρατόπεδα, κατασκόπους ἔπεμψαν ἀμφότεροι καὶ μαθόντες τὰ πλήθη καὶ τὰς προαιρέσεις τῶν πολεμίων παρεσκευάσαντο μὲν πρὸς τὸν κίνδυνον, διελύθησαν δὲ χωρὶς μάχης·
当两军营地相距一天的行程时,双方都派出了侦察兵,在得知敌军的人数和意图后,虽然做好了战斗准备,但最终未发生交战便各自退兵。
§19.25.2προβεβλημένοι γὰρ ἀμφότεροι ποταμόν τινα καὶ χαράδραν ἐξέταξαν μὲν τὰς δυνάμεις, διὰ δὲ τὰς τῶν τόπων δυσχωρίας οὐκ ἠδυνήθησαν διαγωνίσασθαι.
因为双方都在前方面临着一条河流和一道深谷,他们虽然展开了军队,但由于地形险要,无法进行决战。
καταστρατοπεδεύσαντες δʼ ἀλλήλων ἀπὸ σταδίων τριῶν ἐπὶ μὲν ἡμέρας τέσσαρας ἀκροβολιζόμενοι καὶ προνομεύοντες τὴν χώραν διετέλεσαν, πάντων σπανίζοντες, τῇ πέμπτῃ δʼ Ἀντίγονος πρεσβευτὰς ἐξαπέστειλε πρός τε τοὺς σατράπας καὶ τοὺς Μακεδόνας, ἀξιῶν Εὐμενεῖ μὲν μὴ προσέχειν, ἑαυτῷ δὲ πιστεύειν·
他们各自在相距三斯塔德的地方安营扎寨,在四天里一面忍受着一切物资的匮乏,一面进行小规模冲突并劫掠周边地区;但在第五天,安提柯向萨特拉普们和马其顿人派出了使节,要求他们不要理会欧墨尼斯,而要信任自己。
§19.25.3συγχωρήσειν γὰρ ἔφη τοῖς μὲν σατράπαις ἔχειν τὰς ἰδίας σατραπείας, τῶν δὲ ἄλλων τοῖς μὲν χώραν πολλὴν δώσειν, τοὺς δὲ εἰς τὰς πατρίδας ἀποστελεῖν μετὰ τιμῆς καὶ δωρεῶν, τοὺς δὲ στρατεύεσθαι βουλομένους διανεμεῖν εἰς τὰς ἑκάστῳ καθηκούσας τάξεις.
因为他说过,他将允许萨特拉普们保留各自的行省,而对于其他人,他将赐予其中一些人广阔的土地,将另一些人伴随着荣誉和礼物送回祖国,至于那些希望服兵役的人,则将他们分派到适合每个人的编制中。
§19.25.4τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις, ἀλλὰ καὶ προσαπειλούντων τοῖς πρεσβευταῖς Εὐμενὴς παρελθὼν ἐπῄνεσέν τε αὐτοὺς καὶ λόγον εἶπε τῶν παραδεδομένων μὲν καὶ παλαιῶν, οὐκ ἀνοίκειον δὲ τῆς περιστάσεως.
但由于马其顿人不仅不理会这些话,甚至还威胁使节,欧墨尼斯便走上前去赞扬了他们,并讲了一个虽是家喻户晓的古老传说、却非不适用于当前处境的故事。
§19.25.5ἔφη γὰρ ἐρασθέντα λέοντα παρθένου διαλεχθῆναι τῷ πατρὶ τῆς κόρης ὑπὲρ τοῦ γάμου, τὸν δὲ πατέρα λέγειν ὡς ἕτοιμος μέν ἐστιν αὐτῷ δοῦναι, δεδοικέναι δὲ τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας, μήποτε γήμας καὶ παροξυνθεὶς διά τινα αἰτίαν προσενέγκηται τῇ παρθένῳ θηριωδῶς.
他说,曾有一只狮子爱上了一位少女,便向姑娘的父亲提亲,父亲说他固然准备把女儿嫁给它,但害怕它的爪子和牙齿,唯恐娶了她之后,因某种原因动怒而对少女施以野兽般的暴行。
§19.25.6τοῦ δὲ λέοντος ἐξελόντος τούς τε ὄνυχας καὶ τοὺς ὀδόντας τὸν πατέρα, θεωρήσαντα πάντα διʼ ὧν ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥᾳδίως ἀποκτεῖναι.
当狮子拔去了自己的爪子和牙齿后,父亲见它已丢弃了所有令其可怕的东西,便用木棍殴打它,轻易地将其杀死。
τὸ παραπλήσιον οὖν ποιεῖν καὶ τὸν Ἀντίγονον· §19.25.7μέχρι τούτου γὰρ ποιεῖσθαι τὰς ἐπαγγελίας ἕως ἂν τῆς δυνάμεως κυριεύσῃ καὶ κολάσῃ τηνικαῦτα τοὺς ἀφηγουμένους.
因此,安提柯也在做着极为相似的事情;因为他做出这些许诺,只是为了在掌控军队之前,一旦得逞,到时便会惩罚那些领袖。
ἐπισημαινομένου δὲ τοῦ πλήθους ὡς ὀρθῶς λέγοντος τότε μὲν ἔλυσε τὴν ἐκκλησίαν·
当群众纷纷表示赞同,认为他说得极对时,他便在当时解散了大会。

词汇与语法注释

  1. 19.25.2προβεβλημένοι — 虽然形式上是虚拟时态被动分词,但此处作中动意(“将……置于自己面前作为屏障”),并以“一条河流和一道深谷”(ποταμόν τινα καὶ χαράδραν)作为直接宾语。
  2. 19.25.3τῶν δὲ ἄλλων τοῖς μὲν... τοὺς δὲ... τοὺς δὲ... — 尽管属格 τῶν δὲ ἄλλων(其他的人)表示整体,但其后各分句的格则根据其所支配的不定式而异:第一个 τοῖς μὲν 是与格(δώσειν“给予”的宾语),而随后的 τοὺς δὲ... 和 τοὺς δὲ... 则是宾格(分别是 ἀποστελεῖν“送回”和 διανεμεῖν“分派”的宾语)。
  3. 19.25.6τοῦ δὲ λέοντος ἐξελόντος... τὸν πατέρα, θεωρήσαντα πάντα... ἀποβεβληκότα... ἀποκτεῖναι — 间接引语中的“宾格加不定式”结构。不定式 ἀποκτεῖναι(杀死)的主语是宾格的 τὸν πατέρα(父亲),分词 θεωρήσαντα(看见)与其保持一致。θεωρήσαντα 的宾语是由宾格分词引导的短语 [τὸν λέοντα] πάντα διʼ ὧν ἦν φοβερὸς ἀποβεβληκότα([狮子]已丢弃了所有令其可怕的东西),其中指代狮子的名词被省略了。
  4. 19.25.7ὡς ὀρθῶς λέγοντος — 由连词 ὡς 引导的属格分词。这构成了一个属格绝对结构,其隐含的主语是欧墨尼斯(Εὐμένους),与主句属格绝对结构中的群众(τοῦ πλήθους)不同,表示主观原因或看法:“认为他(欧墨尼斯)说得对”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.25.1-19.25.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.25.1-19.25.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。