§19.26.1νυκτὸς δὲ ἐπιγενομένης ἧκόν τινες ηὐτομοληκότες μὲν ἐκ τῆς Ἀντιγόνου στρατοπεδείας, λέγοντες δʼ ὅτι παρήγγειλε τοῖς στρατιώταις Ἀντίγονος ἀναζευγνύειν περὶ δευτέραν φυλακήν.
夜幕降临时,一些从安提柯营地逃出的逃兵来到了,他们报告说,安提柯已命令士兵在二更时分拔营。
ὁ δʼ Εὐμενὴς συλλογιζόμενος ἀληθῶς ὑπέλαβε τοὺς πολεμίους ἀποχωρήσειν εἰς τὴν Γαβηνήν· §19.26.2αὕτη γὰρ ἀπέχουσα τριῶν ἡμερῶν ὁδὸν ἀκέραιος ἦν καὶ πλήρης καρπῶν καὶ χορτασμάτων καὶ καθόλου τῶν δυναμένων χορηγῆσαι τὰ ἐπιτήδεια μεγάλαις δυνάμεσι δαψιλῶς.
而欧墨尼斯经过推算,正确地料到敌人会撤退到加贝内(Gabene);因为这个地方距离三天路程,未受破坏,富于粮食和草料,总之能够丰足地为大军提供生活必需品。
§19.26.3πρὸς δὲ τούτοις τοῖς ἀγαθοῖς ὁ τόπος αὐτὸς συνήργει, ποταμοὺς ἔχων καὶ χαράδρας δυσεξόδους.
除了这些有利条件外,该地本身也对他们有利,有河流和难以逾越的深谷。
σπεύδων οὖν φθάσαι τοὺς πολεμίους τὸ ὅμοιον ἔπραξε.
因此,为了赶在敌人之前,他采取了类似的行动。
τῶν μὲν μισθοφόρων τινὰς χρήμασι πείσας ἐξέπεμψεν ὡς αὐτομόλους, συντάξας λέγειν ὅτι διέγνωκεν Εὐμενὴς νυκτὸς ἐπιτίθεσθαι τῷ χάρακι· αὐτὸς δὲ τὴν μὲν ἀποσκευὴν προαπέστειλε, τοῖς δὲ στρατιώταις παρήγγειλε τὴν ταχίστην δειπνοποιησαμένοις ἀναζευγνύειν.
他用金钱说服了部分雇佣兵,将他们作为逃兵送出,嘱咐他们说欧墨尼斯决定夜袭敌营;而他自己则预先送走了辎重,并命令士兵们在尽可能快地吃完晚餐后拔营。
§19.26.4ὧν ἁπάντων ὀξέως συντελεσθέντων Ἀντίγονος ἀκούσας τῶν αὐτομόλων ὅτι μάχεσθαι νυκτὸς διεγνώκασιν οἱ πολέμιοι, τῆς μὲν πορείας ἀπέσχετο, διέτασσε δὲ τὴν δύναμιν εἰς τὸν κίνδυνον.
这一切迅速完成后,安提柯从逃兵处听说敌人已决定在夜间战斗,便中止了行军,并部署兵力准备迎战。
§19.26.5τοῦ δὲ περὶ ταῦτα θορυβουμένου καὶ περὶ τοῦ μέλλοντος ἀγωνιῶντος ἔλαθον οἱ περὶ τὸν Εὐμενῆ προλαβόντες καὶ τὴν ὁδοιπορίαν ποιούμενοι κατὰ τάχος εἰς τὴν Γαβηνήν.
当安提柯正为此忙乱并为未来的局势焦虑时,欧墨尼斯一行人神不知鬼不觉地抢占了先机,迅速向加贝内进军。
ὁ δʼ Ἀντίγονος μέχρι μέν τινος ἐν τοῖς ὅπλοις συνεῖχε τὴν δύναμιν, ὡς δὲ παρὰ τῶν κατασκόπων ἐπύθετο τὴν ἀποχώρησιν τῶν ἐναντίων, γνοὺς αὑτὸν κατεστρατηγημένον οὐδὲν ἧττον ἀντείχετο τῆς αὐτῆς προαιρέσεως.
安提柯在一段时间内让军队保持武装待命,但当他从侦察兵那里得知敌人的撤退时,虽然意识到自己中了计,但他依然坚持同样的意图。
§19.26.6παραγγείλας οὖν τοῖς στρατιώταις ἀναζευγνύειν, προῆγε σύντονον τὴν πορείαν ποιούμενος καὶ διωγμῷ παραπλήσιον.
于是他命令士兵们拔营,以近乎追击的强行军向前推进。
προέχοντος δʼ Εὐμενοῦς δύο φυλακὰς ὁρῶν ὅτι καταλαβεῖν οὐ ῥᾴδιόν ἐστι τῇ δυνάμει πάσῃ τοὺς τοσοῦτο προειληφότας, ἐπενόησέ τι τοιοῦτο.
但由于欧墨尼斯领先了两个更次,安提柯看到全军很难追上领先这么多的人,便想出了这样一个办法。
§19.26.7τὴν μὲν ἄλλην δύναμιν παραδοὺς Πίθωνι προσέταξε κατὰ σχολὴν ἀκολουθεῖν, αὐτὸς δὲ τοὺς ἱππεῖς ἀναλαβὼν ἤλαυνεν ἀπὸ ῥυτῆρος καὶ περιλαβὼν ἅμʼ ἡμέρᾳ τὴν οὐραγίαν τῶν πολεμίων καταβαίνουσαν ἀπό τινος ἀκρολοφίας ἐπέστη ταῖς ἀκρωρείαις, φανερὸς ὢν τοῖς ἐναντίοις.
他将其他主力部队交给皮通,命令他慢速跟进,自己则率领骑兵全速前进,在黎明时分赶上了正从某处山脊下山的敌军后卫,并驻扎在山顶上,显露在敌人的视野中。
§19.26.8οἱ δὲ περὶ τὸν Εὐμενῆ θεωρήσαντες ἐξ ἱκανοῦ διαστήματος τῶν πολεμίων ἱππεῖς καὶ δόξαντες εἶναι πλησίον ἅπασαν τὴν δύναμιν, τῆς μὲν πορείας ἐπέσχον, τὴν δὲ στρατιὰν διέτασσον, ὡς αὐτίκα τῆς παρατάξεως γενησομένης.
欧墨尼斯及其部下从相当远的距离看到了敌人的骑兵,以为敌人的全军就在附近,于是停止了行军,并开始部署军队,仿佛立刻就要展开决战。
§19.26.9οἱ μὲν οὖν ἡγεμόνες ἀμφοτέρων τῶν στρατοπέδων τὸν προειρημένον τρόπον ἀλλήλους κατεστρατήγησαν, ὥσπερ προαγωνιζόμενοι περὶ συνέσεως καὶ δεικνύοντες ὅτι τὰς ἐλπίδας ἐν αὑτοῖς ἔχουσι τῆς νίκης.
于是,两军的首领便以所述的方式互相智斗,仿佛在预先比拼智慧,并表明胜利的希望在于他们自身。
§19.26.10ὁ δʼ οὖν Ἀντίγονος διὰ ταύτης τῆς ἐπινοίας ἐκώλυσε μὲν τοὺς πολεμίους προάγειν εἰς τοὔμπροσθεν, αὑτῷ δὲ δοὺς ἄνεσιν εἰς τὸ προσδέξασθαι τὴν δύναμιν, ἐπειδὴ τὸ στρατόπεδον ἧκεν, ἅπαν ἐξέταξεν εἰς μάχην καὶ κατέβαινε συντεταγμένος ἐπὶ τοὺς πολεμίους καταπληκτικῶς.
无论如何,安提柯通过这一计谋,既阻止了敌人继续前进,又为自己赢得了等待后续部队的喘息时间。 当大军到达后,他将全军部署完毕准备战斗,并以威严的阵容整齐地向敌人压了下去。